Αποκάλυψις Σεδράχ
Τοῦ ἁγίου καὶ μακαρίου Σεδρὰχ λόγος. |
Montague Rhodes James: Apocrypha anecdota. A collection of thirteen apocryphal books and fragments, Cambridge 1893, p. 127–137 |
Τοῦ ἁγίου καὶ μακαρίου Σεδρὰχ λόγος περὶ ἀγάπης καὶ περὶ μετανοίας καὶ ὀρθοδόξων Χριστιανῶν καὶ περὶ δευτέρας παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δέσποτα εὐλόγησον.
1 Ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν πλὴν τῆς ἀνυποκρίτου ἀγάπης· πολλὰ γὰρ πταίομεν καθ´ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν. 2 καὶ διὰ τοῦτο τὴν ἀγάπην κτησώμεθα, αὐτὴ γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν· 3 τί γὰρ τὸ ὄφελος, τέκνα μου, ἐὰν τὰ πάντα ἔχωμεν, τὴν δὲ σώζουσαν ἀγάπην οὐκ ἔχωμεν; ..... 4 Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων ἀγαθῶν. μακάριος ἄνθρωπος ὁ τὴν ἀληθινὴν πίστιν καὶ ἀνυπόκριτον κτησάμενος ἀγάπην, 5 καθὼς εἶπεν ὁ δεσπότης ὅτι Μειζότερον τῆς ἀγάπης οὐδέν ἐστιν ἵνα τις τὴν ψυχὴν θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
II
Επεξεργασία1 Καὶ φωνὴν ἀοράτως ἐδέξατο ἐν ταῖς ἀκοαῖς αὐτοῦ· Ὧδε, Σεδρὰχ, ὅτι βούλῃ καὶ ἐπιθυμεῖς ὁμιλῆσαι σὺν θεῷ καὶ αἰτῆσαι παρ´ αὐτοῦ ἵνα ἀποκαλύψῃ αὐτῷ ἅπερ βούλῃ ἐρωτᾶν. 2 καὶ εἶπεν Σεδράχ· Τί, κύριέ μου; καὶ εἶπεν αὐτῷ ἡ φωνή· Ἐγὼ ἀπεστάλην πρός σε ἵνα ἀναβάσω σε ὧδε εἰς τὸν οὐρανόν. 3 ὁ δὲ εἶπεν· Ἤθελον λαλῆσαι στόμα ὑπὸ στόματος θεοῦ· οὐκ εἰμὶ ἱκανὸς, κύριε, τοῦ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. 4 καὶ ἐκτείνας ταῖς πτερυξὶν αὐτοῦ ἔλαβεν αὐτὸν καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς εἰς αὐτὴν τὴν φλόγα, καὶ ἔστησεν αὐτὸν ἕως τρίτου οὐρανοῦ, καὶ ἔστη ἐν αὐτῷ ἡ φλὸξ τῆς θεότητος.
III
Επεξεργασία1 Καὶ λέγει αὐτὸν ὁ κύριος· Καλῶς ἦλθες, ἀγαπητέ μου Σεδράχ· τί δίκην ἔχεις πρὸς τὸν θεὸν τὸν πλάσαντά σε, ὅτι εἶπας Ἤθελον λαλῆσαι πρὸς στόματος θεοῦ; 2 λέγει αὐτῷ Σεδράχ· Ναὶ, ἔχει ὁ υἱὸς δίκην μὲ τὸν πατέρα· κύριέ μου, διὰ τί ἐποίησας τὴν γῆν; 3 λέγει αὐτῷ ὁ κύριος· Διὰ τὸν ἄνθρωπον. 4 λέγει Σεδράχ· Καὶ διὰ τί ἐποίησας τὴν θάλασσαν; διὰ τί ἔσπειρας πᾶν ἀγαθὸν ἐπὶ τῆς γῆς; 5 λέγει ὁ κύριος· Διὰ τὸν ἄνθρωπον. 6 λέγει αὐτῷ Σεδράχ· Εἰ ταῦτα ἐποίησας, διὰ τί ἀπώλεσας αὐτόν; 7 εἶπεν δὲ ὁ κύριος· Ὁ ἄνθρωπος ἔργον μου ἐστὶν καὶ πλάσμα τῶν χειρῶν μου, καὶ παιδεύω αὐτὸν καθὼς εὑρίσκω.
IV
Επεξεργασία1 Λέγει αὐτῷ Σεδράχ· Κόλασις καὶ πῦρ ἐστιν ἡ παίδευσίς σου· πικροί εἰσιν, κύριέ μου· 2 καλὸν ἦν τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη· τί τάχα ἐποίησας, κύριέ μου; 3 διὰ τί ἐκοπίασας τὰς ἀχράντους σοῦ χεῖρας καὶ ἔπλασας τὸν ἄνθρωπον, ἐπεὶ οὐκ ἤθελες ἐλεῆσαι αὐτόν; 4 λέγει αὐτὸν ὁ θεός· Ἐγὼ ἐποίησα τὸν πρωτόπλαστον Ἀδὰμ καὶ ἔθηκα αὐτὸν ἐν τῷ παραδείσῳ ἐν μέσῳ τοῦ φυτοῦ τῆς ζωῆς, καὶ εἶπα αὐτῷ· 5 Ἀπὸ πάντων τῶν καρπῶν φάγε, μόνον τὸ ξύλον τῆς ζωῆς φύλαξον· ἐὰν γὰρ φάγῃς ἀπ´ αὐτοῦ, θανάτῳ ἀποθανεῖ. 6 αὐτὸς δὲ παρήκουσέ μου τὴν ἐντολὴν καὶ ὑπὸ τοῦ διαβόλου ἀπατηθεὶς ἔφαγεν ἀπὸ τοῦ ξύλου.
1 Λέγει αὐτῷ Σεδράχ· Σοῦ θελήματος ἠπατήθη, δέσποτά μου, ὁ Ἀδάμ· 2 σὺ ἐκέλευσας τοὺς ἀγγέλους σου τὸν Ἀδὰμ προσκυνεῖν, αὐτὸς δὲ ὁ πρῶτος τῶν ἀγγέλων παρήκουσέν σου τὸ πρόσταγμα καὶ οὐ προσεκύνησεν αὐτὸν, 3 καὶ σὺ ἐξώρισας αὐτὸν, διότι παρέβη τὸ πρόσταγμά σου καὶ οὐ προσῆλθεν τῶν χειρῶν σου τὸ πλαστούργημα· 4 ἐὰν τὸν ἄνθρωπον ἠγάπησας, τὸν διάβολον διὰ τί οὐκ ἐφόνευσας τὸν τεχνίτην τῆς ἀδικίας; 5 τίς δύναται πολεμεῖν ἀθεώρητον πνεῦμα; αὐτὸς δὲ ὡς καπνὸς εἰσέρχεται εἰς τὰς καρδίας τῶν ἀνθρώπων καὶ διδάσκει αὐτοὺς πᾶσαν ἁμαρτίαν· 6 αὐτός σε τὸν ἀθάνατον θεὸν πολεμεῖ, ὁ δὲ ἐλεεινὸς ἄνθρωπος τί ἄρα ἔχει ποιῆσαι αὐτῷ; 7 ἀλλὰ ἐλέησον, δέσποτα, καὶ ἀνάλυσον τὰς κολάσεις· εἰ δὲ μὴ, δέξαι καὶ ἐμὲ μὲ τοὺς ἁμαρτωλούς· 8 ἐὰν τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεήσῃς, ποῦ εἰσιν τὰ ἐλέη σου, ποῦ ἡ εὐσπλαγχνία σου, κύριε;
VI
Επεξεργασία1 Λέγει αὐτὸν ὁ θεός· Γνωστὸν ἔστω σοι ὅτι πάντα εὐδιάλλακτα ἐπέταξα αὐτόν· 2 ἐποίησα αὐτὸν φρόνιμον καὶ κληρονόμον οὐρανοῦ καὶ γῆς, καὶ πάντα αὐτῷ ὑπέταξα, 3 καὶ πᾶν ζῷον φεύγει ἀπ´ αὐτοῦ καὶ ἀπὸ προσώπου αὐτοῦ· 4 ἀλλ´ αὐτὸς τὰ ἐμὰ λαβὼν ἀλλότριος ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός· 5 ποῖος πατὴρ προικίσας, εἰπέ μοι, τῷ υἱῷ αὐτοῦ, καὶ λαβὼν τὴν οὐσίαν καταλιπὼν τὸν πατέρα ἀπῆλθεν καὶ ἐγένετο ἀλλότριος καὶ δουλεύει ἀλλοτρίῳ, 6 καὶ ἰδὼν ὁ πατὴρ ὅτι ἐγκατέλιπεν αὐτὸν ὁ υἱὸς καπνίζεται τὴν καρδίαν αὐτοῦ, 7 καὶ ἀπελθὼν ὁ πατὴρ λαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ ἐξορίζει αὐτὸν ἐκ τῆς δόξης αὐτοῦ διότι ἐγκατέλιπεν τὸν πατέρα αὐτοῦ; 8 πῶς δὲ ἐγὼ ὁ θαυμαστὸς καὶ ζηλωτὴς θεὸς τὰ πάντα δέδωκα αὐτῷ, καὶ αὐτὸς λαβὼν ταῦτα ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός;
VII
Επεξεργασία1 Λέγει αὐτῷ Σεδράχ· Σὺ, δέσποτα, ἔπλασας τὸν ἄνθρωπον· οἶδας ποταπῆς βουλῆς ἦν καὶ ποταπῆς γνώσεώς ἐσμεν, καὶ προφασίζεις τὸν ἄνθρωπον εἰς τὴν κόλασιν· 2 ἀλλ´ ἔκβαλον αὐτόν· μὴ γὰρ ἐγὼ μόνος γεμίσω τὰ ἐπουράνια; 3 εἰ δὲ μὴ, καὶ τὸν ἄνθρωπον σῶσον, κύριε· σοῦ θελήματος ἥμαρτεν, κύριε, ἐλεεινὸς ἄνθρωπος. 4 Τί ἀπέβαλες λόγους πρός με, Σεδράχ; ἐγὼ ἔπλασα τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν ἥλιον καὶ εἶπα· Ἴδετε ἀλλήλους ποῖός ἐστιν φωτοειδής· 5 ἡ δὲ γυνὴ τοῦ Ἀδὰμ φωτεινοτέρα ἐστὶν ἐν τῷ κάλλει τῆς σελήνης, καὶ τὴν ζωὴν ἐχαρίσατο αὐτῆς. 6 λέγει Σεδράχ· Καὶ τί ὠφελοῦν τὰ κάλλη ἐὰν εἰς γῆν μαραίνωνται; 7 πῶς εἶπας, κύριε, Κακὸν ἀντὶ κακοῦ μὴ ἀποδώσῃς; 8 πῶς ἐστιν, δέσποτα; τῆς θεότητός σου ὁ λόγος οὐδέποτε ψεύδεται, καὶ διὰ τί ἀποδίδως τὸν ἄνθρωπον; ἢ οὐ θέλεις κακὸν ἀντὶ κακοῦ; 9 ἐγὼ οἶδα ὅτι ἄλογόν ἐστιν κακότεχνον ἡμίονος εἰς τὰ τετράποδα ἄλλον οὐκ ἔστιν· 10 ἀλλὰ τῆς μετὰ χαλιναρίου κόπτομεν αὐτὸ ὅταν ἡμεῖς θέλωμεν· 11 σὺ δὲ ἔχεις ἀγγέλους· ἀπόστειλον τοῦ φυλάξαι αὐτοὺς, καὶ ὅταν κινήσῃ ὁ ἄνθρωπος πρὸς τὴν ἁμαρτίαν, τὸν πόδα αὐτοῦ τὸν ἕνα κρατήσαι καὶ οὐ μὴ πορεύεται ὅπου δὲ θέλει.
VIII
Επεξεργασία1 Λέγει αὐτῷ ὁ θεός· Ἐὰν κρατήσω αὐτοῦ τὸν πόδα, λέγει ὅτι Οὐκ ἐποίησάς μοι χάριν εἰς τὸν κόσμον. ἀλλὰ ἀφῆκα αὐτὸν εἰς τὸ θέλημά του ὅτι ἠγάπησα αὐτόν. 2 διότι τοὺς δικαίους μου ἀγγέλους ἀπέστειλα τοῦ φυλάσσειν αὐτὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ. 3 λέγει Σεδράχ· Οἶδα, δέσποτα, ὅτι εἰς τὰ κτήματά σου πρῶτον ἠγάπησας τὸν ἄνθρωπον, εἰς τὰ τετράποδα τὸ πρόβατον, εἰς τὰ ξύλα τὴν ἐλαίαν, εἰς τοὺς καρποὺς τὸ κλῆμα, εἰς τὰ πετόμενα τὸ μελίσσιον, εἰς τοὺς ποταμοὺς τὸν Ἰορδάνην, εἰς τὰς πόλεις τὴν Ἰερουσαλήμ· 4 καὶ ταῦτα πάντα ἀγαπᾷ καὶ ὁ ἄνθρωπος, δέσποτά μου. 5 λέγει ὁ θεὸς τὸν Σεδράχ· Ἐρωτῶ σε ἕνα λόγον, Σεδράχ· ἐάν μοι εἴπῃς, καλῶς με συμαχᾶ σε, εἰ καί τινος ἐπείραζες τὸν πλάσαντά σε. 6 λέγει Σεδράχ· Εἰπέ. λέγει κύριος ὁ θεός· 7 Ἀφ´ ἧς ἐποίησα τὰ πάντα πόσοι ἄνθρωποι ἐγεννήθησαν, καὶ πόσοι ἀπέθανον, καὶ πόσοι θέλουν ἀποθανεῖν, καὶ πόσας τρίχας ἔχουσιν; 8 εἰπέ μοι, Σεδρὰχ, ἀφ´ οὗ ἐκτίσθη ὁ οὐρανὸς καὶ ἡ γῆ πόσα δένδρα ἐγένοντο εἰς τὸν κόσμον, καὶ πόσα ἔπεσον, καὶ πόσα θέλουν πεσεῖν, καὶ πόσα θέλουν γενηθῆναι, καὶ πόσα φύλλα ἔχουσιν; 9 εἰπέ μοι, Σεδρὰχ, ἀφ´ οὗ ἐποίησα τὴν θάλασσαν πόσα κύματα ἤγειραν, καὶ πόσα ὑποδιέβησαν, καὶ πόσα μέλλουν ἐγεῖραι, καὶ πόσοι ἄνεμοι πνέουσιν παρὰ τὸ χεῖλος τῆς θαλάσσης; 10 εἰπέ μοι, Σεδρὰχ, ἀπὸ κτίσεως κόσμου τῶν αἰώνων βρέχοντος τοῦ ἀέρος πόσα σταλάγματα ἔπεσον εἰς τὸν κόσμον, καὶ πόσα μέλλουν πεσεῖν; 11 καὶ εἶπεν Σεδράχ· Μόνος σὺ γινώσκεις ταῦτα πάντα, κύριε· μόνος σὺ ἐπίστασαι ταῦτα πάντα· 12 μόνον δέομαί σου ἐλευθέρωσον τὸν ἄνθρωπον ἐκ τὴν κόλασιν, καὶ οὐ χωρίζομαι ἀπὸ τὸ γένος ἡμῶν.
IX
Επεξεργασία1 Καὶ εἶπεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὕπαγε, λαβὲ τὴν ψυχὴν τοῦ ἠγαπημένου μου Σεδρὰχ, καὶ ἀποθοῦ αὐτὴν ἐν τῷ παραδείσῳ. 2 λέγει ὁ μονογενὴς υἱὸς τὸν Σεδράχ· Δός μοι τὴν παρακαταθήκην ἣν παρέθετο ὁ πατὴρ ἡμῶν ἐν τῇ κοιλίᾳ τῆς μητρός σου ἐν τῷ ἁγίῳ σου σκηνώματι ἐκ βρέφους. 3 λέγει Σεδράχ· Οὐ δίδωμί σοι τὴν ψυχήν μου. 4 λέγει αὐτὸν ὁ θεός· Καὶ διὰ τί ἀπεστάλην ἐγὼ καὶ ἦλθα ὧδε, σὺ δέ μοι προφασίζεις; 5 ἐγὼ γὰρ παρηγγέλθην παρὰ τοῦ πατρός μου μὴ ἀναισχύντως λάβω τὴν ψυχήν σου· εἰ δὲ μὴ, δός μοι τὴν ποθεινοτάτην ψυχήν σου.
1 Καὶ εἶπεν Σεδρὰχ τὸν θεόν· Καὶ πόθεν μέλλεις λαβεῖν τὴν ψυχήν μου, καὶ ἐκ ποιοῦ μέλους; 2 καὶ λέγει αὐτὸν ὁ θεός· Οὐκ οἶδας ὅτι χορηγεῖται ἐν μέσῳ τῶν πνευμόνων σου καὶ τῆς καρδίας σου καί ἐστι διεσπο ρισμένη εἰς πάντα τὰ μέλη σου; 3 ἀναφέρνεται διὰ φάρυγγος καὶ λάρυγγος καὶ τοῦ στόματος· καὶ οἵαν ὥραν μέλλει ἐξέρχεσθαι ἀρχὴν σπάρναται καὶ συνάζεται ἀπὸ τῶν ἀκρονύχων καὶ ἀπὸ πάντων μελῶν, 4 καί ἐστι μεγάλη ἀνάγκη τοῦ χωρισθῆναι ἀπὸ τοῦ σώματος καὶ ἀποσπασθῆναι τῆς καρδίας. 5 ταῦτα πάντα ἀκούσας ὁ Σεδρὰχ καὶ ἐνθυμηθεὶς τοῦ θανάτου τὴν μνήμην ἐξέστη λίαν, 6 καὶ εἶπεν Σεδρὰχ τὸν θεόν· Δός μοι, κύριε, ἴασιν ὀλίγην, ἵνα κλαύσω, ὅτι ἤκουσα 〈ὅτι〉 πολλὰ δύνανται τὰ δάκρυα καὶ ἴαμα πολὺ γίνεται τοῦ ταπεινοῦ σώματος τοῦ πλάσματός σου.
XI
Επεξεργασία1 Καὶ ἤρξατο κλαίων καὶ ὀδυρόμενος λέγειν· Ὦ κεφαλὴ παράδοξε οὐρανοκόσμητε· ὦ ἡλιοφώτιστε οὐρανοῦ καὶ γῆς· 2 γνωσταὶ αἱ τρίχες σου ἀπὸ Θαιμὰν, οἱ ὀφθαλμοί σου ἀπὸ Βοσόρ, αἱ ἀκοαί σου ἐκ βροντῆς, ἡ γλῶσσά σου ἐκ σάλπιγγος, 3 καὶ ὁ ἐγκέφαλός σου ἐστὶν μικρὸν κτίσμα, κεφαλὴ ὅλου τοῦ σώματος κίνησις· 4 καλοπιστε καὶ καλλίστατε ἀπὸ πάντων φιλούμενον, καὶ ἄρτι πεσὼν εἰς τὴν γῆν ἄγνωστος γίνεται. 5 ὦ χεῖρες εὔκρατοι καλοδιδακτοὶ καματηροὶ δι´ ἃς τὸ σκεῦος τρέφεται· 6 ὦ χεῖρες εὔστοχοι ἀπὸ πάντων οἱ σωρεύοντες τοὺς οἴκους ἐστολίσατε. 7 ὦ δάκτυλοι καλλωπισμένοι καὶ ὑπὸ τῶν χρυσῶν καὶ ἀργυρῶν ἐστολισμένοι· καὶ μέγαλα κτίσματα ὑπὸ τῶν δακτύλων ἄγονται· 8 τὰς παλαμὰς ἁπλονοῦσιν οἱ τρεῖς ἁρμοὶ, καὶ τὰ κάλλη σωρεύουν· καὶ ἄρτι πάροικοι γίνεσθε τοῦ κόσμου τούτου. 9 ὦ πόδες καλοπεριπατητοὶ αὐτόδρομοι ταχύτατοι λίαν ἀνικητοί· 10 ὦ γόνατα συνηρμοσμένα ὅτι πλήν σου τὸ σκεῦος οὐ κινεῖται· 11 οἱ πόδες συντρέχουσιν τὸν ἥλιον καὶ τὴν σελήνην ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὰ πάντα σωρεύοντες, τὰς τρυφὰς καὶ τὰς πόσεις, καὶ τὸ σκεῦος διατρέφοντες· 12 ὦ πόδες ὠκύτατοι καὶ καλόδρομοι, ἐπὶ προσώπου τῆς γῆς ταρασσόμενοι, τοὺς οἴκους εὐτρεπίζοντες παντὸς ἀγαθοῦ· 13 ὦ πόδες ὅλον τὸ σῶμα βαστάζοντες, εἰς τοὺς ναοὺς ἀνατρέχοντες, μετανοίας ποιοῦντες καὶ παρακαλοῦντες τοὺς ἁγίους, καὶ ἄρτι ἀκίνητοι μένετε. 14 ὦ κεφαλὴ καὶ χεῖρες καὶ πόδες, ἕως ἄρτι σώζω σας. 15 ὦ ψυχὴ, τί γάρ σε ἐνέβαλεν εἰς τὸ ταπεινὸν καὶ ταλαίπωρον σῶμα; 16 καὶ ἄρτι χωριζομένη ἀπ´ αὐτοῦ [καὶ] ἀνερχέσαι ἔνθα καλεῖ σε ὁ κύριος, καὶ τὸ σῶμα τὸ ταλαίπωρον ἀπέρχεται εἰς κρίσιν· 17 ὦ σῶμα καλλωπισμένον, τρίχες ἀστερόχαιται, 18 κεφαλὴ οὐρανοκόσμητε ἐστολισμένον· ὦ πρόσωπον καλομύριστον, ὀφθαλμοὶ φωταγωγοί, 19 φωνὴ σάλπιγγος ἦχος, γλῶσσα εὐδιάλλακτε, γένειον καλλωπισμένον, τρίχες ἀστερόμορφοι, κεφαλὴ οὐρανομῆκες, ἐστολισμένον σῶμα, τὸ φωταγωγὸν γλεύφορον πάγγνωστον 20 καὶ ἄρτι πεσὸν εἰς τὴν γῆν, ὑπὸ γῆς κάλλος σου ἀφανὲς γίνεται.
XII
Επεξεργασία1 Λέγει αὐτὸν ὁ Χριστός· Παῦσον, Σεδράχ· ἕως πότε δακρύζεις καὶ στενάζεις; ὁ παράδεισός σοι ἠνοίγη καὶ ἀποθανὼν ζήσεις. 2 λέγει αὐτῷ Σεδράχ· Ἔτι ἅπαξ λαλήσω σοι, κύριε ἕως πότε ζῶ πρὶν ἀποθανεῖν με; καὶ μὴ παρακούσῃς τῆς αἰτήσεώς μου. 3 λέγει αὐτῷ ὁ κύριος· Λέγε, ὦ Σεδράχ. 4 λέγει ὁ Σεδράχ· Ἔτη ὀγδοήκοντα ἢ ἐνενήκοντα ἐὰν ζήσῃ ἄνθρωπος ἢ ἑκατὸν, καὶ ζήσῃ αὐτοὺς ἐν ἁμαρτίαις, καὶ πάλιν ἐπιστρέψῃ καὶ ζήσῃ ἄνθρωπος ἐν μετανοίᾳ, πόσας ἡμέρας ἀφίεις αὐτοῦ τὰς ἁμαρτίας; 5 λέγει αὐτὸν ὁ θεός· Ἐὰν ἐπιστρέψας ζῶν τὰ ἑκατὸν ἢ ὀγδοήκοντα μετανοήσας τρία ἔτη καὶ ποιήσῃ καρπὸν δικαιοσύνης καὶ φθάσῃ ὁ θάνατος, οὐ μὴ μνησθῶ πάσας τὰς ἁμαρτίας αὐτοῦ.
XIII
Επεξεργασία1 Λέγει αὐτῷ Σεδράχ· Πολλά εἰσιν τὰ τρία ἔτη, κύριέ μου, μὴ φθάσῃ ὁ θάνατος αὐτοῦ καὶ οὐ πληρώσῃ τὴν μετάνοιαν αὐτοῦ· 2 ἐλέησον, κύριε, τὴν εἰκόνα σου καὶ σπλαγχνίσθητι, ὅτι πολλά εἰσιν τὰ τρία ἔτη. 3 λέγει αὐτὸν ὁ θεός· Ἐὰν μετὰ ἑκατὸν ἔτη ζήσῃ ἄνθρωπος καὶ μνησθῇ τὸν θάνατον αὐτοῦ καὶ ὁμολογήσῃ ἔμπροσθεν τῶν ἀνθρώ πων καὶ εὕρω αὐτὸν, μετὰ χρόνον ἀφίω πάσας τὰς ἁμαρτίας αὐτοῦ. 4 λέγει πάλιν ὁ Σεδράχ· Κύριε, τὴν εὐσπλαγχνίαν σου καὶ πάλιν παρακαλῶ διὰ τὸ πλάσμα σου. 5 πολύς ἐστιν ὁ χρόνος μὴ ὁ θάνατος αὐτοῦ φθάσῃ καὶ ἁρπάσῃ αὐτὸν συντόμως. 6 λέγει αὐτὸν ὁ σωτήρ· Ἐρωτῶ σε ἕνα λόγον, Σεδρὰχ, ἀγαπητέ μου, εἴτα ἀναιτήσεις με· ἐὰν μετανοήσῃ ὁ ἁμαρτωλὸς εἰς ἡμέρας τεσσαράκοντα, οὐ μὴ μνησθῶ πάσας τὰς ἁμαρτίας αὐτοῦ ἃς ἐποίησεν.
XIV
Επεξεργασία1 Καὶ λέγει Σεδρὰχ πρὸς τὸν ἀρχάγγελον Μιχαήλ· Ἐπάκουσόν μου, πρόστατα δυνατὲ, καὶ βοήθει μοι καὶ πρεσβεύσαι ἵνα ἐλεήσῃ ὁ θεὸς τὸν κόσμον. 2 καὶ πεσόντες ἐπὶ πρόσωπον παρεκάλουν τὸν θεὸν καὶ εἶπον· Κύριε, δίδαξον ἡμᾶς πῶς δεῖ καὶ ἐν ποίᾳ μετανοίᾳ σωθήσεται ὁ ἄνθρωπος, ἢ ἐν ποίῳ κόπῳ; 3 λέγει ὁ θεός· Ἐν μετανοίαις, ἐν παρακλήσεσιν, ἐν λειτουργίαις, ἐν δάκρυσιν ὀχετοῦ, ἐν στεναγμοῖς θερμοῖς. 4 οὐκ οἶδας ὅτι ὁ προφήτης μου Δαυεὶδ ἐκ δακρύων, καὶ οἱ λοιποὶ οἶδας ὅτι ἐσώθησαν ἐν μιᾷ ῥοπῇ; 5 οἶδας, Σεδρὰχ, ὅτι εἰσὶν ἔθνη τὰ μὴ νόμον ἔχοντα καὶ τὰ τοῦ νόμου ποιοῦσιν· 6 ὅτι εἴ εἰσιν ἀβάπτιστοι καὶ ἐνέβη τὸ θεῖόν μου πνεῦμα εἰς αὐτοὺς καὶ ἐπιστρέφονται πρὸς τὸ ἐμὸν βάπτισμα καὶ δέχομαι αὐτοὺς μετὰ τῶν δικαίων μου ἐν κολποῖς Ἀβραάμ· 7 καὶ εἰσίν τινες οἱ βαπτισθέντες τὸ ἐμὸν βάπτισμα καὶ τὸ θεῖόν μου μέρος μερισθέντες καὶ γίνονται ἀπογνώστοι τὴν τέλειαν ἀπόγνωσιν καὶ οὐ μέλλουσιν μεταγνῶναι· 8 καὶ ἀναμένω αὐτοὺς μετὰ πολλῆς εὐσπλαγχνίας καὶ πολλοῦ ἐλέους καὶ πλούτους ἵνα μετανοήσωσιν, ἀλλὰ ποιοῦσιν ἃ μισεῖ μου ἡ θεότης, καὶ οὐκ ἤκουσαν τὸν σοφὸν ἐρωτῶντα λέγων Δικαιοῦμεν οὐδαμῶς ἁμαρτωλόν. 9 παντελῶς οὐκ οἶδας ὅτι γέγραπται Καὶ οἱ μετανοήσαντες οὐ μὴ ἴδουν τὴν κόλασιν; 10 καὶ οὐκ ἤκουσαν ἀποστόλων οὔτε ἐμοῦ λόγου ἐν τοῖς εὐαγγελίοις καὶ λυποῦσιν τοὺς ἀγγέλους μου, 11 καὶ ἦ μὴν ἐν ταῖς συνάξεσιν καὶ ἐν ταῖς λειτουργίαις μου οὐ προσέχουσιν τὸν ἄγγελόν μου καὶ οὐχ ἵστανται ἐν ταῖς ἁγίαις μου ἐκκλησίαις, 12 ἀλλ´ ἵστανται καὶ οὐ προσκυνοῦσιν ἐν φόβῳ καὶ τρόμῳ ἀλλὰ μεγαλορημονοῦσιν ἃ οὐ δέχομαι ἐγὼ οὔτε οἱ ἄγγελοί μου.
XV
Επεξεργασία1 Λέγει Σεδρὰχ πρὸς τὸν θεόν· Κύριε, σὺ μόνος εἶ ἀναμάρτητος καὶ πολὺ εὔσπλαγχνος, ὁ ἁμαρτωλοὺς ἐλεῶν καὶ οἰκτείρων, 2 ἀλλ´ ἡ σὴ θεότης εἶπεν Οὐκ ἦλθον δικαίους καλέσαι ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. 3 καὶ εἶπεν ὁ κύριος τὸν Σεδράχ· Οὐκ οἶδας, Σεδρὰχ, τὸν λῄστην, μιᾷ ῥοπῇ ἐσώθη μεταγνῶναι; 4 οὐκ οἶδας ὅτι ὁ ἀπόστολός μου καὶ εὐαγγελιστὴς ἐν μιᾷ ῥοπῇ ἐσώθη; 5 ... peccatores autem non saluantur, ὅτι εἰσὶν αἱ καρδίαι αὐτῶν ὡς λίθος σαθρός· οὗτοί εἰσιν οἱ πορεύοντες ἀσεβέσιν ὁδοῖς καὶ ἀπολόμενοι μετὰ τοῦ ἀντιχρίστου. 6 λέγει Σεδράχ· Κύριέ μου, καὶ εἶπας ὅτι Τὸ θεῖόν μου πνεῦμα ἐνέβη εἰς τὰ ἔθνη ἃ μὴ νόμον ἔχοντα τὰ τοῦ νόμου ποιοῦσιν. 7 ὁμῶς δὲ καὶ ὁ λῄστης καὶ ὁ ἀπόστολος καὶ εὐαγγελιστὴς καὶ οἱ λοιποὶ οἱ φθάσαντες εἰς τὴν βασίλειάν σου, κύριέ μου· 8 οὕτως καὶ τοὺς ἐπ´ ἐσχάτων ἁμαρτήσαντάς σοι συγχώρησον, κύριε· ὅτι ὁ βίος πολύμοχθός ἐστιν καὶ ἀμετανόητος.
XVI
Επεξεργασία1 Λέγει κύριος τὸν Σεδράχ· Ἐποίησα τὸν ἄνθρωπον τρισὶ τάξεσιν· 2 ὅτε ἐστὶν νεὸς, ὡς νεοῦ αὐτοῦ ἐπαράβλεπον τὰ πταίσματα αὐτοῦ· ὅτε δὲ πάλιν ἀνὴρ, ἐτήρουν αὐτοῦ τὴν διάνοιαν· ὅταν δὲ πάλιν γηράσῃ, καὶ τηρῶ αὐτὸν ὅπως μετανοήσῃ. 3 λέγει Σεδράχ· Κύριε, σὺ ταῦτα πάντα οἶδας καὶ ἐπίστασαι· μόνον συμπαθήσαι τοῖς ἁμαρτωλοῖς. 4 λέγει αὐτὸν ὁ κύριος· Σεδρὰχ, ἀγαπητέ μου, ὑπόσχομαι συμπαθῆσαι καὶ κάτωθεν τῶν τεσσαράκοντα ἡμερῶν ἕως εἴκοσι· 5 καὶ ὅστις μνησθῇ τοῦ ὀνόματός σου οὐ μὴ ἴδῃ κολαστήριον ἀλλὰ ἔσται μετὰ τῶν δικαίων ἐν τόπῳ ἀναψύξεως καὶ ἀναπαύσεως· 6 καὶ εἴ τις συγγράψει τὸν λόγον τοῦτον τὸν θαυμαστὸν οὐ μὴ λογισθῇ ἁμαρτία αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 7 καὶ λέγει Σεδράχ· Κύριε, καὶ εἴ τις ποιήσει φωταγωγίαν τῷ δούλῳ σου, ῥύσαι αὐτὸν, κύριε, ἀπὸ παντὸς κακοῦ. 8 καὶ λέγει ὁ δοῦλος τοῦ θεοῦ Σεδράχ· Ἄρτι λαβὲ τὴν ψυχήν μου, δέσποτα. 9 καὶ ἔλαβεν αὐτὸν ὁ θεὸς καὶ ἔθηκεν αὐτὸν ἐν τῷ παραδείσῳ μετὰ τῶν ἁγίων ἁπάντων. 10 ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.