Ἀποκάλυψις Ἐσδρὰμ
Θρησκευτικό κείμενο




Source=Constantin von Tischendorf (1866), Apocalypses apocryphae: Apocalypsis Esdrae. Leipzig, S. 24–33

I

1 Λόγος καὶ ἀποκάλυψις τοῦ ἁγίου προφήτου Ἐσδρὰμ καὶ ἀγαπητοῦ τοῦ θεοῦ.

2 Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει δευτέρᾳ καὶ εἰκάδι τοῦ μηνὸς ἤμην ἐν τῷ οἴκῳ μου, καὶ ἔκραξα λέγων πρὸς τὸν ὕψιστον· κύριε, δὸς τὴν δόξαν, ἵνα ἴδω τὰ μυστήριά σου. 3 καὶ νυκτὸς γεναμένης ἦλθεν ἄγγελος Μιχαὴλ ὁ ἀρχάγγελος, καὶ λέγει μοι· ἄρτι τὸν προφήτην Ἐσδρὰμ ἄφησον ἑβδομάδας ἑβδομήκοντα. καὶ ἐνήστευσα καθὼς εἶπέν μοι. 4 καὶ ἦλθε Ῥαφαὴλ ὁ ἀρχιστράτηγος, καὶ ἔδωκέν μοι ῥάβδον στυρακίνην. 5 καὶ ἐνήστευσα δὶς ἑξήκοντα ἑβδομάδας. καὶ ἴδον τὰ μυστήρια τοῦ θεοῦ καὶ τοὺς ἀγγέλους αὐτοῦ, 6 καὶ εἶπον πρὸς αὐτούς· θέλω δικάσασθαι τὸν θεὸν περὶ τὸ γένος τῶν Χριστιανῶν· καλὸν μὴ γεννηθῆναι τὸν ἄνθρωπον ἢ εἰσελθεῖν ἐν τῷ κόσμῳ. 7 ἀνελήφθην οὖν εἰς τὸν οὐρανόν, καὶ ἴδον ἐν τῷ πρώτῳ οὐρανῷ στρατηγίαν ἀγγέλων μεγάλην, καὶ ἀπήγαγόν με εἰς τὰς κρίσεις. 8 καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἐλέησον ἡμᾶς, ἐκλεκτὲ τοῦ θεοῦ, Ἐσδράμ. 9 τότε ἠρξάμην λέγειν· οὐαὶ τοὺς ἁμαρτωλούς, ὅταν ἴδωσιν τὸν δίκαιον ὑπὲρ ἀγγέλων, καὶ αὐτοί εἰσιν εἰς τὴν γέενναν τοῦ πυρός. 10 καὶ εἶπεν Ἐσδράμ· ἐλέησον τὰ ἔργα τῶν χειρῶν σου, εὔσπλαγχνε καὶ πολυέλεος· 11 ἐμὲ κρῖνον ὑπὲρ τῶν ψυχῶν τῶν ἁμαρτωλῶν· συμφέρει γὰρ μίαν ψυχὴν κολάσασθαι, καὶ μὴ ὅλον τὸν κόσμον εἰς ἀπώλειαν ὑπάγειν. 12 καὶ εἶπεν ὁ θεός· ἐγὼ τοὺς δικαίους ἀναπαύσωμαι ἐν τῷ παραδείσῳ, καὶ ἐλεήμων καθέστηκα. 13 καὶ εἶπεν Ἐσδράμ· κύριε, τοὺς δικαίους τί χαρίζεις; 14 ὥσπερ γὰρ μίσθιος ἐξυπηρετησάμενος τὸν χρόνον αὐτοῦ ...., οὕτως καὶ ὁ δίκαιος ἀπέλαβεν τὸν μισθὸν αὐτοῦ ἐν οὐρανοῖς. 15 ἀλλὰ τοὺς ἁμαρτωλοὺς ἐλέησον· οἴδαμεν γὰρ ὅτι ἐλεήμων εἶ. 16 καὶ εἶπεν ὁ θεός· οὐκ ἔχω πῶς αὐτοὺς ἐλεήσω. 17 καὶ εἶπεν Ἐσδρὰμ ὅτι τὴν ὀργήν σου οὐχ ὑποφέρουσιν. 18 καὶ εἶπεν ὁ θεὸς ὅτι τῶν τοιούτων ταῦτα. 19 καὶ εἶπεν ὁ θεός· θέλω ἔχειν σε ὡς καὶ Παῦλον καὶ Ἰωάννην· 20 σὺ διδούς μοι ἀδιάφθορον τὸν ἀσύλητον θησαυρόν, τὸ κειμήλιον τῆς παρθενίας, τὸ τεῖχος τῶν ἀνθρώπων. 21 καὶ εἶπεν Ἐσδράμ· καλὸν τὸ μὴ γεννηθῆναι τὸν ἄνθρωπον, καλὸν τὸ μὴ εἶναι ἐν βίῳ· 22 τὰ ἄλογα κάλλιόν εἰσιν παρὰ τὸν ἄνθρωπον, ὅτι κόλασιν οὐκ ἔχουσιν· 23 ἡμᾶς δὲ ἔλαβες καὶ εἰς κρίσιν παρέδωκας. 24 οὐαὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι, ὅτι ἀτελεύτητος αὐτῶν ἡ κρίσις καὶ ἡ φλὸξ ἄσβεστος.


II

1 ταῦτα αὐτῷ λαλοῦντός μου ἦλθεν Μιχαὴλ καὶ Γαβριὴλ καὶ οἱ ἀπόστολοι πάντες, καὶ εἶπον· 2 χαῖρε, πιστὲ τοῦ θεοῦ ἄνθρωπε. 3 καὶ εἶπεν Ἐσδράμ· ἀνάστα καὶ δεῦρο μετ´ ἐμοῦ, κύριε, εἰς κρίσιν. 4 καὶ εἶπεν ὁ θεός· ἰδοὺ δίδωμί σοι τὴν διαθήκην μου, ἐμοῦ τε καὶ σοῦ, ἵνα παραδέξητε. 5 καὶ εἶπεν Ἐσδράμ· ἐπὶ τὸ οὖς σου δικασώμεθα. 6 καὶ εἶπεν ὁ θεός· ἐρώτησον Ἀβραὰμ τὸν πατέραν ὑμῶν, ποῖον υἱὸν δικάζεσθαι ἐν πατρί, καὶ δεῦρο δικάζου μεθ´ ἡμῶν. 7 καὶ εἶπεν Ἐσδράμ· ζῇ κύριος, οὐ μὴ παύσομαι δικαζόμενός σε ὑπὲρ τὸ γένος τῶν Χριστιανῶν· 8 ποῦ εἰσὶν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε; ποῦ σου ἡ μακροθυμία; 9 καὶ εἶπεν ὁ θεός· ὡς ἐποίησα νύκτα καὶ ἡμέραν, ἐποίησα τὸν δίκαιον καὶ τὸν ἁμαρτωλόν, καὶ ἔπρεπεν ὡς ὁ δίκαιος πολιτεύεσθαι. 10 καὶ εἶπεν ὁ προφήτης· τὸν πρωτόπλαστον Ἀδὰμ τὸν πρῶτον τίς ἐποίησεν; 11 καὶ εἶπεν ὁ θεός· αἱ χεῖρές μου αἱ ἄχρανται, καὶ ἐθέμην αὐτὸν ἐν τῷ παραδείσῳ φυλάττειν τὴν νομὴν τοῦ ξύλου τῆς ζωῆς· 12 ἔπειτα οὖν παρακοὴν κτησάμενος τοῦτο ἐν παραβάσει πεποίηκεν. 13 καὶ εἶπεν ὁ προφήτης· οὐχὶ ὑπὸ ἀγγέλου ἐφρουρεῖτο; <...> 16 ἀλλ´ ἐὰν μὴ σὺ ἐδωρήσω αὐτῷ τὴν Εὔαν, οὐ μὴ ἠπάτησεν αὐτὴν ὁ ὄφις· 17 σὺ δὲ ὃν θέλεις σώζεις, καὶ ὃν θέλεις ἀπολεῖς. 18 καὶ εἶπεν ὁ προφήτης· δευτέραν διέλθωμεν, κύριέ μου, εἰς κρίσιν. 19 καὶ εἶπεν ὁ θεός· πῦρ βάλλω ἐπὶ Σόδομα καὶ Γόμορρα. 20 καὶ εἶπεν ὁ προφήτης· κύριε, ἀξίως ἐπάγεις ἐφ´ ἡμᾶς. 21 καὶ εἶπεν ὁ θεός· αἱ ἁμαρτίαι ὑμῶν ὑπεράγουσιν τὴν χρηστότητάν μου. 22 καὶ εἶπεν ὁ προφήτης· ὑπόμνησον τῶν γραφῶν, ὁ πατήρ μου ὁ ἐκμετρήσας τὴν Ἱερουσαλὴμ καὶ ἀνορθώσας αὐτήν· 23 ἐλέησον, δέσποτα, τοὺς ἁμαρτωλούς· ἐλέησον τὴν σὴν πλάσιν· οἰκτείρησον τὰ ἔργα σου. 24 τότε ἐμνήσθη ὁ θεὸς τῶν ποιημάτων αὐτοῦ, καὶ λέγει πρὸς τὸν προφήτην· πῶς ἔχω αὐτοὺς ἐλεῆσαι; 25 ὄξος καὶ χολήν με ἐπότισαν, καὶ οὐδὲ τότε ἐμετενόησαν. 26 καὶ εἶπεν ὁ προφήτης· ἀποκάλυψόν σου τὰ Χερουβὶμ καὶ ἔλθωμεν ὁμοῦ εἰς κρίσιν, 27 καὶ δεῖξόν μοι τὴν ἡμέραν τῆς κρίσεως, ποία ἐστίν. 28 καὶ εἶπεν ὁ θεός· ἐπλανήθης, Ἐσδράμ· 29 τοιαύτη γάρ ἐστιν ἡ ἡμέρα τῆς κρίσεως, ἐν ᾗ ὑετὸς ἐπὶ τῆς γῆς οὐ γίνεται· 30 ἐστὶν γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ἐλεεινὸν κριτήριον. 31 καὶ εἶπεν ὁ προφήτης· οὐ μὴ παύσομαι δικαζόμενός σε, ἐὰν μὴ ἴδω τὴν ἡμέραν τῆς συντελείας. 32 καὶ εἶπεν ὁ θεός· ἐξαρίθμησον τοὺς ἀστέρας καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἰ δυνήσει ταύτην ἐξαριθμῆσαι, δύνασαι καὶ μετ´ ἐμοῦ δικάζεσθαι.


III

1 καὶ εἶπεν ὁ προφήτης· κύριε, οἶδας ὅτι σάρκα φορῶ ἀνθρωπίνην, 2 καὶ πῶς δύναμαι ἀριθμῆσαι τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης; 3 καὶ εἶπεν ὁ θεός· προφῆτά μου ἐκλεκτέ, οὐδεὶς ἄνθρωπος γνώσεται τὴν ἡμέραν ἐκείνην τὴν μεγάλην καὶ ἐπιφάνειαν τὴν κατέχουσαν κρῖναι τὸν κόσμον· 4 διὰ σέ, προφῆτά μου, εἶπόν σοι τὴν ἡμέραν, τὴν δὲ ὥραν οὐκ εἶπόν σοι. 5 καὶ εἶπεν ὁ προφήτης· κύριε, εἰπέ μοι καὶ τὰ ἔτη. 6 καὶ εἶπεν ὁ θεός· ἐὰν ἴδω τὴν δικαιοσύνην τοῦ κόσμου, ὅτι ἐπλεόνασεν, μακροθυμήσω ἐπ´ αὐτούς· εἰ δὲ μή, ἐκτενῶ τὴν χεῖρά μου καὶ ἀπὸ τῶν τεσσάρων περάτων δράξομαι τὴν οἰκουμένην καὶ συνάξω πάντας εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ καὶ ἐξαλείψω τὸ γένος τῶν ἀνθρώπων, καὶ οὐκέτι ᾖ κόσμος. 7 καὶ εἶπεν ὁ προφήτης· καὶ πῶς ἔχει δοξάζεσθαι ἡ δεξιά σου; 8 καὶ εἶπεν ὁ θεός· ἐγὼ δοξάζομαι ὑπὸ τῶν ἀγγέλων μου. 9 καὶ εἶπεν ὁ προφήτης· κύριε, εἰ ἐλογίζου ταῦτα, διὰ τί ἔπλασας τὸν ἄνθρωπον; 10 σὺ εἶπας πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ποῦ ἐστὶν ἡ ἐπαγγελία σου; 11 καὶ εἶπεν ὁ θεός· πρῶτον ποιήσω σεισμὸν εἰς πτῶσιν τετραπόδων καὶ ἀνθρώπων· 12 καὶ ὅταν ἴδητε ὅτι ἀδελφὸς ἀδελφὸν παραδίδει εἰς θάνατον καὶ τέκνα ἐπὶ γονεῖς ἀναστήσονται καὶ γυνὴ τὸν ἄνδραν τὸν ἴδιον καταλιμπάνει, 13 καὶ ὅταν ἔθνος πρὸς ἔθνος ἐπαναστῇ ἐν πολέμῳ, τότε γνώσεσθε ὅτι ἐγγύς ἐστιν τὸ τέλος. 14 τότε οὖν οὔτε ἀδελφὸς ἀδελφὸν ἐλεεῖ οὔτε ἀνὴρ γυναῖκα, οὐ τέκνα γονεῖς, οὐ φίλοι φίλους, οὐ δοῦλος τὸν κύριον· 15 αὐτὸς ἀναβήσεται γὰρ ὁ ἀντικείμενος τοῖς ἀνθρώποις ἀπὸ τῶν ταρτάρων καὶ ἐνδείξεται πολλὰ τοῖς ἀνθρώποις. 16 τί σε ποιῶ, Ἐσδράμ, καὶ δικάζῃ μετ´ ἐμοῦ;


IV

1 καὶ εἶπεν ὁ προφήτης· κύριε, οὐ μὴ παύσομαι τοῦ δικάζεσθαί σε. 2 καὶ εἶπεν ὁ θεός· ἐξαρίθμησαι τὰ ἄνθη τῆς γῆς· 3 εἰ ταῦτα δυνήσει ἐξαριθμῆσαι, δύνασαι καὶ μετ´ ἐμοῦ δικάζεσθαι. 4 καὶ εἶπεν ὁ προφήτης· κύριε, οὐ δύναμαι ἐξαριθμῆσαι, σάρκα ἀνθρωπίνην φορῶ· ἀλλ´ οὐδὲ παύσομαι δικαζόμενός σε. 5 θέλω, δεσπότα, ἰδεῖν καὶ τὰ κατώτερα μέρη τοῦ ταρτάρου. 6 καὶ εἶπεν ὁ θεός· κάτελθε καὶ ἴδε. 7 καὶ ἔδωκέν μοι Μιχαὴλ καὶ Γαβριὴλ καὶ ἄλλους τριάκοντα τέσσαρας ἀγγέλους, 8 καὶ κατέβην ὀγδοήκοντα καὶ πέντε βαθμούς, καὶ κατήγαγόν με κάτω βαθμοὺς πεντακοσίους, 9 καὶ ἴδον πύρινον θρόνον, καὶ ἐπ´ αὐτὸν καθεζόμενον γέροντα, καὶ ἀνίλεως αὐτοῦ ἡ κρίσις. 10 καὶ εἶπον πρὸς τοὺς ἀγγέλους· τίς ἐστιν οὗτος, καὶ τί τὸ ἁμάρτημα αὐτοῦ; 11 καὶ εἶπόν μοι· οὗτος ὁ Ἡρώδης ἐστὶν ὁ πρὸς καιρὸν γενόμενος βασιλεύς, καὶ ἀπὸ διετοῦς καὶ κατώτερον ἐκέλευσεν ἀνελεῖν τὰ βρέφη. 12 καὶ εἶπον ἐγώ· οὐαὶ τὴν ψυχὴν αὐτοῦ. 13 καὶ πάλιν κατήγαγόν με βαθμοὺς τριάκοντα, καὶ ἴδον ἐκεῖ βράσματα πυρός, καὶ ἐν αὐτοῖς πλῆθος ἁμαρτωλῶν, 14 καὶ τὴν φωνὴν αὐτῶν ἤκουον, τὰς δὲ μορφὰς οὐκ ἔβλεπον. 15 καὶ κατήγαγόν με κατώτερον βαθμοὺς πολλούς, οὓς οὐκ ἠδυνήθην μετρῆσαι. 16 καὶ ἴδον ἐκεῖ ἀνθρώπους γεραιούς, καὶ στρόφιγγες πυρώμενοι εἰς τὰ ὦτα αὐτῶν στρεφόμενοι. 17 καὶ εἶπον· τίνες οὗτοι, καὶ τί τὸ ἁμάρτημα αὐτῶν; 18 καὶ εἶπόν μοι· οὗτοί εἰσιν οἱ παρακροαταί. 19 καὶ κατήγαγόν με πάλιν ἄλλους πεντακοσίους βαθμούς, 20 καὶ ἴδον ἐκεῖ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ πῦρ κατακαῖον τοὺς ἁμαρτωλούς. 21 καὶ κατήγαγόν με εἰς τὸ ἔδαφος τῆς ἀπωλείας, καὶ ἴδον ἐκεῖ τὸ δωδεκάπληγον τῆς ἀβύσσου. 22 καὶ ἀπήγαγόν με ἐπὶ τὴν μεσημβρίαν, καὶ ἴδον ἐκεῖ ἄνθρωπον κρεμάμενον ἐκ τῶν βλεφάρων, καὶ οἱ ἄγγελοι ἐμάστιζον αὐτόν. 23 καὶ ἐπηρώτησα· τίς ἐστιν οὗτος, καὶ τί τὸ ἁμάρτημα αὐτοῦ; 24 καὶ εἶπέν μοι Μιχαὴλ ὁ ἀρχιστράτηγος· οὗτος μητροκοίτης ἐστίν· μικρὸν θέλημα πράξας ἐκελεύσθη οὗτος κρεμασθῆναι. 25 καὶ ἀπήγαγόν με ἐπὶ βορρᾶν, καὶ ἴδον ἐκεῖ ἄνθρωπον σιδηροῖς μοχλοῖς κατεχόμενον. 26 καὶ ἐπερώτησα· τίς ἐστιν οὗτος; καὶ εἶπέν μοι· 27 οὗτός ἐστιν ὁ λέγων· ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ καὶ τοὺς λίθους ἄρτους ποιήσας καὶ τὸ ὕδωρ οἶνον. 28 καὶ εἶπεν ὁ προφήτης· κύριε, γνώρισόν μοι ποῖον σχῆμά ἐστιν, κἀγὼ παραγγέλλω τὸ γένος τῶν ἀνθρώπων, ἵνα μὴ πιστεύσωσιν αὐτῷ. 29 καὶ εἶπέν μοι· τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ὡσεὶ ἀγροῦ· ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς ὡς ἀστὴρ τὸ πρωῒ ἀνατέλλων, καὶ ὁ ἕτερος ἀσάλευτος· 30 τὸ στόμα αὐτοῦ πῆχυς μία· οἱ ὀδόντες αὐτοῦ σπιθαμιαῖοι· 31 οἱ δάκτυλοι αὐτοῦ ὡς δρέπανα· τὸ ἴχνος τῶν ποδῶν αὐτοῦ σπιθαμῶν δύο· καὶ εἰς τὸ μέτωπον αὐτοῦ γραφή· ἀντίχριστος. 32 ἕως τοῦ οὐρανοῦ ὑψώθη, ἕως τοῦ ᾅδου καταβήσει. 33 ποτὲ μὲν γενήσεται παιδίον, ποτὲ γέρων. 34 καὶ εἶπεν ὁ προφήτης· κύριε, καὶ πῶς σὺ ἀφεῖς, καὶ πλανᾶται τὸ γένος τῶν ἀνθρώπων; 35 καὶ εἶπεν ὁ θεός· ἄκουσον, προφῆτά μου· καὶ παιδίον γίνεται καὶ γέρων, καὶ μηδεὶς αὐτῷ πιστεύει ὅτι ἔστιν ὁ υἱός μου ὁ ἀγαπητός. 36 καὶ μετὰ ταῦτα σάλπιγξ, καὶ τὰ μνημεῖα ἀνοιχθήσονται καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι· 37 τότε ὁ ἀντικείμενος ἀκούσας τῆς φοβερᾶς ἀπειλῆς κρυβήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον. 38 τότε ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα ἀπολοῦνται· 39 τότε τὸν οὐρανὸν καύσω πήχας ὀγδοήκοντα καὶ τὴν γῆν πήχας ὀκτακοσίας. 40 καὶ εἶπεν ὁ προφήτης· καὶ ὁ οὐρανὸς τί ἥμαρτεν; 41 καὶ εἶπεν ὁ θεός· ἐπειδὴ ... ἐστὶν τὸ κακόν. 42 καὶ εἶπεν ὁ προφήτης· κύριε, καὶ ἡ γῆ τί ἥμαρτεν; 43 καὶ εἶπεν ὁ θεός· ἐπειδὴ ἀκούσας μου ὁ ἀντικείμενος τῆς φοβερᾶς ἀπειλῆς κρυβήσεται, καὶ διὰ τοῦτο χωνεύσω τὴν γῆν, καὶ σὺν αὐτῇ τὸν ἀντάρτην τοῦ γένους τῶν ἀνθρώπων.


V

1 καὶ εἶπεν ὁ προφήτης· ἐλέησον, δέσποτα, τὸ γένος τῶν Χριστιανῶν. 2 καὶ ἴδον γυναῖκα κρεμαμένην, καὶ τέσσαρα θηρία θηλάζοντα τοὺς μαστοὺς αὐτῆς. 3 καὶ εἶπόν μοι οἱ ἄγγελοι· αὕτη τὸ γάλα ἐφθόνησεν τοῦ δοῦναι, ἀλλὰ καὶ τὰ νήπια ἐν τοῖς ποταμοῖς ἔρριψεν. 4 καὶ ἴδον σκότος δεινὸν καὶ νύκταν οὐκ ἔχουσαν ἄστρα οὐδὲ σελήνην· 5 οὐδὲ ἔστιν ἐκεῖ νέος ἢ παλαιός, οὐδὲ ἀδελφὸς μετὰ ἀδελφοῦ, οὐ μήτηρ μετὰ τέκνου, οὐ γυνὴ μετὰ ἀνδρός. 6 καὶ ἔκλαυσα καὶ εἶπον· ὦ δέσποτα κύριε, ἐλέησον τοὺς ἁμαρτωλούς. 7 καὶ ἐν τῷ λέγειν με ταῦτα ἦλθεν νεφέλη καὶ ἥρπασέν με καὶ ἀπήνεγκέν με πάλιν εἰς τοὺς οὐρανούς. 8 καὶ ἴδον ἐκεῖ πολλὰς κρίσεις, καὶ ἔκλαυσα πικρῶς, καὶ εἶπον· 9 καλὸν τοῦ μὴ ἐξελθεῖν τὸν ἄνθρωπον ἐκ κοιλίας μητρὸς αὐτοῦ. 10 οἱ δὲ ὄντες ἐν τῇ κολάσει ἔκραξαν λέγοντες· ἀφ´ οὗ ἦλθες ὧδε, ἅγιε τοῦ θεοῦ, εὕραμεν ὀλίγην ἄνεσιν. 11 καὶ εἶπεν ὁ προφήτης· μακάριοι οἱ κλαίοντες τὰς ἑαυτῶν ἁμαρτίας. 12 καὶ εἶπεν ὁ θεός· ἄκουσον, Ἐσδρὰμ ἀγαπητέ· ὥσπερ γεωργὸς καταβάλλει τὸν σπόρον τοῦ σίτου ἐν τῇ γῇ, οὕτως καὶ ὁ ἄνθρωπος καταβάλλει τὸ σπέρμα αὐτοῦ ἐν τῇ χώρᾳ τῆς γυναικός· 13 τὸ πρῶτον μὲν σύνολόν ἐστιν, τὸ δεύτερον μὲν ὀγκοῦται, τὸ τρίτον μὲν τριχοῦται, τὸ τέταρτον μὲν ὀνυχοῦται, τὸ πέμπτον μὲν ἀπογαλακτοῦται, καὶ τὸ ἕκτον μὲν ἕτοιμον γίνεται καὶ λαμβάνει τὴν ψυχήν, τὸ ἕβδομον παρασκευάζεται, τὸ ἔννατον ἀνοίγονται τὰ κλεῖθρα τοῦ πυλῶνος τῆς γυναικὸς καὶ γεννᾶται ὑγιὴς εἰς τὴν γῆν. 14 καὶ εἶπεν ὁ προφήτης· κύριε, καλὸν τοῦ μὴ γεννηθῆναι τὸν ἄνθρωπον· 15 οὐαὶ τὸ γένος τὸ ἀνθρώπινον τότε, ὅταν εἰς κρίσιν ἔλθῃς. 16 καὶ εἶπον πρὸς τὸν δεσπότην· κύριε, τί ἔπλασας τὸν ἄνθρωπον καὶ εἰς κρίσιν παρέδωκας; 17 καὶ εἶπεν ὁ θεὸς ὑψηλῷ τῷ κηρύγματι· οὐ μὴ ἐλεήσω τοὺς παρερχομένους τὴν διαθήκην μου. 18 καὶ εἶπεν ὁ προφήτης· κύριε, ποῦ ἐστὶν ἡ ἀγαθότης σου; 19 καὶ εἶπεν ὁ θεός· ἐγὼ πάντα κατεσκεύασα διὰ τὸν ἄνθρωπον, καὶ ὁ ἄνθρωπος τὰς ἐντολάς μου οὐ φυλάττει. 20 καὶ εἶπεν ὁ προφήτης· κύριε, ἀποκάλυψόν μοι τὰς κρίσεις καὶ τὸν παράδεισον. 21 καὶ ἀπήγαγόν με οἱ ἄγγελοι κατὰ ἀνατολάς, καὶ ἴδον τὸ φυτὸν τῆς ζωῆς. 22 καὶ ἴδον ἐκεῖ τὸν Ἐνὼχ καὶ Ἡλίαν καὶ Μωϋσῆ καὶ Πέτρον καὶ Παῦλον καὶ Δουκᾶν καὶ Ματθείαν καὶ ὅλους τοὺς δικαίους καὶ τοὺς πατριάρχας. 23 καὶ ἴδον ἐκεῖ τοῦ ἀέρος τὴν κόλασιν καὶ τὴν πνοὴν τῶν ἀνέμων καὶ τὰς ἀποθήκας τῶν κρυστάλλων καὶ τὰς αἰωνίους κρίσεις. 24 καὶ εἶδον ἐκεῖ ἄνθρωπον κρεμάμενον ἐκ τοῦ κρανίου. 25 καὶ εἶπόν μοι· οὗτος ὅρους μετέθηκεν. 26 καὶ εἶδον ἐκεῖ μεγάλα κριτήρια. καὶ εἶπον πρὸς τὸν δεσπότην· ὦ δέσποτα κύριε, καὶ τίς ἄρα ἄνθρωπος γεννηθεὶς οὐχ ἥμαρτε; 27 καὶ κατήγαγόν με κατώτερον ἐν ταρτάροις, καὶ ἴδον πάντας θρηνοῦντας καὶ κλαίοντας καὶ κακὸν πένθος τοὺς ἁμαρτωλούς. 28 ἔκλαυσα κἀγὼ ὁρῶν τὸ γένος τῶν ἀνθρώπων οὕτως κολαζομένους.


VI

1 τότε λέγει μοι ὁ θεός· γινώσκεις, Ἐσδράμ, τὰ ὀνόματα τῶν ἀγγέλων τῶν ἐπὶ τῆς συντελείας; 2 Μιχαήλ· Γαβριήλ· Οὐριήλ· Ῥαφαήλ· Γαβουθελῶν· Ἀκήρ· Ἀρφουγιτόνος· Βεβουρός· Ζεβουλεῶν. 3 τότε ἦλθεν φωνὴ πρός με· δεῦρο τελεύτα, Ἐσδράμ, ἀγαπητέ μου· δὸς τὴν παρακαταθήκην. 4 καὶ εἶπεν ὁ προφήτης· καὶ πόθεν τὴν ψυχήν μου ἔχετε ἐξενεγκεῖν; 5 καὶ εἶπον οἱ ἄγγελοι· διὰ τοῦ στόματος ἔχομεν ἐκβαλεῖν αὐτήν. 6 καὶ εἶπεν ὁ προφήτης· στόμα πρὸς στόμα ἐλάλουν τοῦ θεοῦ, καὶ οὐκ ἐξέρχεται ἔνθεν. 7 καὶ εἶπον οἱ ἄγγελοι· διὰ ῥινῶν σου ἐξενέγκωμεν αὐτήν. 8 καὶ εἶπεν ὁ προφήτης· αἱ ῥῖνές μου ὠσφράνθησαν τὴν δόξαν τοῦ θεοῦ. 9 καὶ εἶπον οἱ ἄγγελοι· διὰ τῶν ὀφθαλμῶν σου ἔχομεν αὐτὴν ἐξενέγκαι. 10 καὶ εἶπεν ὁ προφήτης· οἱ ὀφθαλμοί μου ἴδον τὰ ὀπίσθια τοῦ θεοῦ. 11 καὶ εἶπον οἱ ἄγγελοι· διὰ τὴν κορυφήν σου ἔχομεν αὐτὴν ἐξενέγκαι. 12 καὶ εἶπεν ὁ προφήτης· μετὰ Μωσῆ καὶ ἐν τῷ ὄρει ἐπεριπάτησα, καὶ οὐκ ἐξέρχεται ἔνθεν. 13 καὶ εἶπον οἱ ἄγγελοι· διὰ τῶν ἀκρωνύχων σου ἔχομεν αὐτὴν ἐκβαλεῖν. 14 καὶ εἶπεν ὁ προφήτης· καὶ οἱ πόδες μου ἐν τῷ θυσιαστηρίῳ περιεπάτησαν. 15 καὶ ἀπῆλθον οἱ ἄγγελοι ἄπρακτοι, λέγοντες· κύριε, οὐ δυνάμεθα παραλαβεῖν τὴν ψυχὴν αὐτοῦ. 16  τότε λέγει πρὸς τὸν μονογενῆν αὐτοῦ υἱόν· κάτελθε, υἱέ μου ἀγαπητέ, μετὰ στρατιὰν ἀγγέλων πολλὴν λαβὼν τὴν ψυχὴν τοῦ ἀγαπητοῦ μου Ἐσδράμ. 17 λαβὼν γὰρ ὁ κύριος στρατιὰν ἀγγέλων πολλὴν λέγει τῷ προφήτῃ· δός μοι παρακαταθήκην ἣν παρεθέμην σοι· ὁ στέφανός σοι ἡτοίμασται. 18 καὶ εἶπεν ὁ προφήτης· κύριε, ἐὰν ἄρῃς τὴν ψυχήν μου ἀπ´ ἐμοῦ, τίς σοι λείψει δικάζεσθαι ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων; 19 καὶ εἶπεν ὁ θεός· θνητὸς ὢν καὶ ἐκ γῆς μὴ δικάζου μου. 20 καὶ εἶπεν ὁ προφήτης· οὐ μὴ παύσωμαι δικαζόμενος. 21 καὶ εἶπεν ὁ θεός· δὸς τέως τὴν παρακαταθήκην· ὁ στέφανός σοι ἡτοίμασται· 22 δεῦρο τελεύτα, ἵνα ἐπιτύχῃς αὐτοῦ. 23 τότε ἤρξατο λέγειν ὁ προφήτης μετὰ δακρύων· ὦ δέσποτα, τί ὠφέλησα δικαζόμενός σε, καὶ μέλλω εἰς γῆν καταπίπτειν; 24 οἴμμοι, οἴμμοι, ὅτι ὑπὸ σκωλήκων μέλλω ἀναλίσκεσθαι. 25 κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, τὸν πολλὰ δικασάμενον καὶ θανάτῳ παραδιδόμενον· 26 κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, ὅτι εἰς τὸ τρύβλιον τοῦ ᾅδου εἰσῆλθον.


VII

1 καὶ εἶπεν αὐτῷ ὁ θεός· ἄκουσον, Ἐσδράμ, ἀγαπητέ μου· ἐγὼ ἀθάνατος ὢν σταυρὸν κατεδεξάμην, ὄξος καὶ χολὴν ἐγευσάμην, ἐν τάφῳ κατετέθην, 2 καὶ τοὺς ἐκλεκτούς μου ἀνέστησα, τὸν Ἀδὰμ ἐκ τοῦ ᾅδου ἀνεκαλεσάμην, ἵνα τῶν ἀνθρώπων τὸ γένος .... μὴ οὖν φοβηθῇς τὸν θάνατον· 3 τὸ γὰρ ἐξ ἐμοῦ, ἤγουν ἡ ψυχή, ἀπέρχεται εἰς τὸν οὐρανόν· τὸ δὲ ἐκ τῆς γῆς, ἤγουν τὸ σῶμα, ἀπέρχεται εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη. 4 καὶ εἶπεν ὁ προφήτης· οἴμμοι, οἴμμοι· τί ποιήσω; τί πράξω; οὐκ οἶδα. 5 καὶ τότε ἤρξατο λέγειν ὁ μακάριος Ἐσδράμ· ὁ θεὸς ὁ αἰώνιος, ὁ πάσης τῆς κτίσεως δημιουργός, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμὴν καὶ τὴν γῆν κατέχων δρακήν, 6 ὁ ἡνιοχῶν τὰ Χερουβίμ, ὁ ἅρματι πυρίνῳ εἰς τοὺς οὐρανοὺς ἄρας τὸν προφήτην Ἡλίαν, 7 ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, 8 ἐπάκουσόν μου τὸν πολλὰ δικασάμενον, 9 καὶ δὸς πᾶσι τοῖς μεταγράφουσιν τὸ βιβλίον τοῦτο καὶ ἔχουσιν αὐτὸ καὶ μνημονεύουσιν τοῦ ὀνόματός μου καὶ ἐπιτελοῦσιν τὴν μνήμην μου, δὸς αὐτοῖς εὐλογίαν οὐρανόθεν· 10 καὶ εὐλόγησον αὐτοῦ πάντα ὥσπερ καὶ τὰ ἔσχατα τοῦ Ἰωσήφ, 11 καὶ μὴ μνησθῇς ἀνομιῶν ἀρχαίων αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως αὐτοῦ. 12 ὅσοι δὲ μὴ πιστεύσαντες τὸ βιβλίον τοῦτο, κατακαυθήσονται ὡς τὰ Σόδομα καὶ Γόμορρα. 13 καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἐσδράμ, ἀγαπητέ μου, πάντα ὅσα ᾐτήσω ἀποδώσω ἑνὶ ἑκάστῳ. 14 καὶ εὐθέως παρέδωκεν τὴν τιμίαν αὐτοῦ ψυχὴν μετὰ πολλῆς τιμῆς μηνὶ Ὀκτωβρίῳ εἰς τὰς ιηʹ. 15 καὶ κηδεύσαντες αὐτὸν μετὰ θυμιαμάτων καὶ ψαλμῶν, τὸ τίμιον καὶ ἅγιον αὐτοῦ σῶμα νέμει ῥῶσιν ψυχῶν καὶ σωμάτων ἀεννάως τοῖς προστρέχουσιν αὐτῷ ἐκ πόθου. 16 ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.