Συγγραφέας:Αντίπατρος ο Θεσσαλονικεύς

(Ανακατεύθυνση από Αντίπατρος ο Θεσσαλονικεύς)
Συγγραφείς: Αντίπατρος ο Θεσσαλονικεύς
(αρχές 1ου αιώνα)
Δείτε επίσης βιογραφία.



V 31 Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν· παντοίη δ᾿ ἡ Κυθέρεια τὰ νῦν·
καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ᾿ ἐφίλησεν καὶ τοὺς ἀργυρέους οὔ ποτ᾿ ἀποστρέφεται.
Νέστωρ ἡ Παφίη. Δοκέω δ᾿, ὅτι καὶ Δανάῃ Ζεὺς οὐ χρυσός, χρυσοῦς δ᾿ ἦλθε φέρων ἑκατόν.

VII 232 Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
Λύδιον οὖδας ἔχει τόδ᾽ Ἀμύντορα, παῖδα Φιλίππου, πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·
οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός, ἀλλ᾽ ὄλετ᾽ ἀμφ᾽ ἑτάρωι σχὼν κυκλόεσσαν ἴτυν.

VII 236 Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.

ΙΧ 3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
πάντας δ΄ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποισ΄ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

XI 224 Αντιπάτρου Θεσσαλονικέως

Επεξεργασία
Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ' ὁ Πρίηπος• «Οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.»