Αλλ' ολιγοχρόνιον γίνεται
ἀλλ' ὀλιγοχρόνιον γίνεται (D5, 5. 4-8W) Συγγραφέας: |
(Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ’ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι)
ἀλλ΄ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα· τὸ δ΄ ἀργαλέον καὶ ἄμορφον
γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ΄ ὑπερκρέμαται͵
ἐχθρὸν ὁμῶς καὶ ἄτιμον͵ ὅ τ΄ ἄγνωστον τιθεῖ ἄνδρα͵
βλάπτει δ΄ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.