Αλεξιάς
Συγγραφέας:
Βιβλίο 4


4.1.1 Ἡ μὲν οὖν ἤπειρος τὸν Ῥομπέρτον εἶχε ἤδη ἐν αὐτῇ αὐλιζόμενον ἑπτὰ καὶ δεκάτην ἄγοντος τοῦ Ἰουνίου μηνὸς τῆς τετάρτης ἐπινεμήσεως μεθ' ἱππέων καὶ πεζῶν δυνάμεων ἀριθμὸν ὑπερβαινουσῶν, καὶ φοβερὸν ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατηγικῆς καταστάσεως· ἤδη γὰρ ἁπανταχόθεν αὖθις συνήθροιστο στράτευμα. Ἐν δὲ τῇ θαλάττῃ παντοῖον εἶδος πλοίων μεθ' ἑτέρων στρατιωτῶν ἐμπειρίαν πολλὴν τοῦ διὰ θαλάσσης πολέμου ἐχόντων τὸ ναυτικὸν αὐτοῦ διεπλῴζετο. Περιστοιχισθέντες οὖν οἱ τοῦ Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου, καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας μεγίστῳ δέει συνείχοντο. Ὁ δέ γε Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν πᾶσαν ἐξησκημένος, μυρίους δὲ πολέμους ἀγωνισάμενος περὶ τὴν ἕω καὶ νικητὴς ἀναδειχθείς, ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχανήμασι τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος καὶ σκοποὺς δι' ὅλου καταστήσας τοῦ τείχους καὶ αὐτὸς δὴ περιπολεύων διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. Τηνικαῦτα δὲ καὶ διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον παρεγένετο. 4.1.2 Οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα καὶ αὐτῶν τῶν τοῦ Δυρραχίου τειχῶν βύρσαις τε πανταχόθεν περιπεφραγμένον καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον καὶ τὰς παρακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας καὶ τὰς καλύβας καθ' ἑκάστην πολλαπλασιαζομένας, δέει συνείχοντο διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, ὡς οὐκ ἐπὶ τῷ πόλεις καὶ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκεῖθεν συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπαντα χοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι ἠπείγετο. 4.1.3 Κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέσθαι, ὅτου χάριν παραγέγονεν. Ὁ δέ φησιν «ὥστε τὸν τῆς βασιλείας ἐξωσθέντα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὕβρεις ἐπεξελθεῖν καὶ τὸ ὅλον ἐκδικῆσαι αὐτόν». Οἱ δέ φασι πρὸς αὐτὸν ὡς «εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν, προσκυνήσομέν τε εὐθὺς αὐτὸν καὶ τὴν πόλιν παραδῶμεν». Ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ λαμπρῶς ἀμφιασθέντα ὑποδειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. Ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς παντοίοις ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. Ἅμα δὲ τῷ τοῦτον θεάσασθαι ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. Ὁ δὲ Ῥομπέρτος παρ' οὐδὲν ταῦτα θέμενος τοῦ προκειμένου ἔργου εἴχετο. Ἐν ὅσῳ δὲ ταῦτα οἵ τε ἐντὸς καὶ ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον, ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον. 4.1.4 Περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. Οἱ μὲν διεκήρυττον τὸν οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα, οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸν τοῦ βαρβάρου συμπένθερον, δι' ὃν καὶ τὸν πολὺν ἀνείλετο πόλεμον, ὥς φασιν· ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἰδέναι, ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου· οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει. Ἀλλ' ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματος ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν, ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ' οὐ πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποῖα ταῖς ἀκορέστοις ἐγγίνεσθαι εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὕτως, εἰ εὔοδα αὐτῷ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Καὶ γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο, γαγγραίνης κατ' οὐδὲν διενήνοχεν, ἥτις, ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.

4.2.1 Ὁ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθεὶς καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαπεράσας (ὡς ὁ λόγος φθάσας ἐδήλωσε) καὶ τοσούτῳ κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσὼν οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν σὺν αὐτῷ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ' ἀληθείας Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σῳζούσας κατανοῶν δέον ἔκρινεν ἐκ τῆς ἑῴας Τούρκους μετακαλέσασθαι καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. 4.2.2 Ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι' ὑποσχέσεων καὶ δώρων (ἀφ' ὧν, ὥς φασι, καὶ τὸ βένετον χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται) τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ' ᾧ τοῦτο μὲν φυλάξαι, μετὰ δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι πόλεμον. Καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε Θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν, εἴτε (ὁποῖα συμβαίνειν εἴωθεν) ἡττηθεῖεν, ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥσπερ εἰ κατὰ κράτος ἐνίκησαν. Ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ εἶεν, ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. 4.2.3 Οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὖθις διὰ πρέσβεων ἐξαιτησάμενοι τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. Τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ. Καὶ πολλοὺς κελεύθους διανηξάμενοι κατέλαβον τὸ ἐπ' ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου ἔξωθεν τοῦ Δυρραχίου κειμένης ὡσεὶ σταδίους ὀκτωκαίδεκα. Θεασάμενοι δὲ τὸ ναυτικὸν τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου παντοίῳ εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. Μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος πέμπει τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον πρὸς αὐτοὺς μετὰ στόλου μηνύων εὐφημῆσαι τὸν βασιλέα Μιχαὴλ καὶ αὐτὸν τὸν Ῥομπέρτον. Οἱ δὲ ἐς νέωτα τὴν εὐφημίαν ἀνήρτων. Ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλῳδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναρτίσαντες πύργους τε ξυλίνους ἐν τοῖς ἱστίοις αὐτῶν οἰκοδομήσαντες διὰ καλῳδίων ἀνήγαγον ἐν αὐτοῖς τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. Ἐντὸς δὲ τῶν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες οὐκ εἰς πλεῖον πήχεος ἑνὸς σιδηρέους ἥλους ὀξεῖς ἐμπήξαντες ἐν αὐτοῖς τὴν τοῦ Φραγγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. 4.2.4 Ἡμέρας δὲ ἤδη αὐγαζούσης καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. Τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκὼν αὐτὸς πρῶτος κατ' αὐτῶν ἐξορμήσας τοῖς μεγίστοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἶτα καὶ ὁ λοιπὸς στόλος. Καρτεροῦ δὲ πολέμου συρραγέντος, ἐπεὶ ὁ Βαϊμοῦντος καρτερώτερον αὐτοῖς ἀπεμάχετο, ἓν τῶν εἰρημένων ξύλων ἄνωθεν ῥίψαντες εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. Ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλον, οἱ μὲν ἐξερχόμενοι τῆς νεώς, ἐξ οὗπερ ἔφευγον, εἰς τοῦτ' αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο, οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν. Ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακὼς εἰς ἓν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας εἴσεισιν. 4.2.5 Ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ τὴν κατ' αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. Ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι εἰσπηδήσαντες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. Τούτους θεασάμενος ὁ Παλαιολόγος ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἦν μετ' αὐτῶν. Καρτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς τοῦ Ῥομπέρτου παρεμβολῆς φθάσαντος ἐκεῖθεν ταύτης πολλοὶ ἐδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. 4.2.6 Οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι εἰς τὰ ἴδια πλοῖα παλινοστήσαντες εἰσῄεσαν, ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. Ἡμέρας γοῦν τινας οἱ Βενέτικοι διαναπαυσάμενοι ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. Ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν ἀποστείλας μετ' αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δοῦκα Βενετίας καὶ τοὺς ὑπ' αὐτὸν ἄρχοντας.

4.3.1 Ὁ δὲ Ῥομπέρτος μαχιμώτατος ὢν δεῖν ἔγνω μὴ ἀφίστασθαι τοῦ πολέμου, ἀλλὰ καρτερῶς μάχεσθαι. Χειμῶ νος δὲ ὄντος οὐκ ἐνῆν αὐτῷ τὰ πλοῖα εἰς τὴν θάλασσαν καθελκύσαι· ἀπεῖργε δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας ἐρχο μένους καὶ τοὺς τὰ πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. Ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάττιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησαν· ἐχομένως δὲ τούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. Καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν· εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. 4.3.2 Οἱ δὲ νησιῶται καὶ τὰ παρὰ θάλατταν τῆς ἠπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. Δεῖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε θαλάττης καὶ ἠπείρου αὖθις μάχεσθαι. Ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων ἐγκαρτερήσας ἐπὶ δυσὶ μησὶ περὶ τὸν λιμένα τῆς Ἱεριχὼ ηὐτρεπίζετο βουλόμενος ἀπό τε τῆς θαλάττης καὶ ἠπείρου μάχεσθαι καὶ τὰ τῆς μάχης ἐξήρτυεν. Ὁ δὲ στόλος ὅ τε Βενέτικος καὶ ὁ Ῥωμαϊκὸς ὡς ἐνὸν τὸν πορθμὸν ἐτήρει, καὶ ὁπηνίκα μικρὸν ἡ θάλασσα τοῖς βουλομένοις πλεῖν νῶτα ὑπεῖχε, τοὺς ἐκεῖθεν πρὸς τὸν Ῥομπέρτον ἐπιχειροῦντας διαπερᾶν ἀπεῖργεν. Ὡς δὲ οὐδ' ἀπὸ τῆς ἠπείρου ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρας ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν ἐντεῦθεν τούτοις συνέβαινεν. Ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο· διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν, ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα ποσουμένων. Ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα πολλοὺς διέφθειρεν. Ἀπὸ μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσου καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεῖς ἀναρίθμητοι. 4.3.3 Τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέντων ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν ἤδη μετὰ τὸν χειμῶνα καὶ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ θέρους θερμότερον ἐπιβάλλοντος, καὶ μηδ' ὁπόσον ταῖς χαράδραις εἴωθε καταρρεῖν ὕδωρ ἔχοντος ἐν ἀμηχανίᾳ ἦν μὴ δυνάμενος αὖθις αὐτὰ εἰς τὴν θάλασσαν ἑλκύσαι. Ἀλλ' οἷα μηχανικώτατος ὢν καὶ βαθύνους ἀνὴρ πασσά λους ἑκατέρωθεν ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, συνδε δέσθαι δὲ τούτους διὰ λύγων πυκνῶν, εἶτα δένδρα παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγονυῖαν συναθροιζόμενον. Καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ ὕδωρ τὴν κρηπῖδα πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καὶ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. Καὶ τὸ ἀπὸ τοῦδε εὐπλοίας ἐπιδραξάμενα τὰ πλοῖα εὐκόλως πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.

4.4.1 Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, μὴ πεφροντικὼς ὅλως τῶν ξυμπεσόντων αὐτῷ δεινῶν κατ' ἤπειρόν τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει, καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τὰς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί οἱ. Ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν· αὐτὸς δὲ παραυτίκα τῆς Κωνσταντίνου ἔξεισιν εἰς μῆνα αὔγουστον τῆς τετάρτης ἐπινεμήσεως τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν καταλιπών, ἐφ' ᾧ τὰ κατὰ τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴ πού τινες λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτὸν διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καὶ τὴν πόλιν, ἅμα καὶ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον. Τὸ δέ γε εἰς τὴν μητέρα ἧκον οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο ῥωμαλεωτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίσασθαι τὰ πράγματα δεξιωτάτης. Τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν περὶ τὰ πολεμικὰ ἐμπειρίαν ἔχοντα. Ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν τῆς μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. 4.4.2 Ἐφθακὼς δὲ καὶ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὗπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἴδιον ἕκαστος γνωρίσας τόπον ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι καὶ μὴ ῥᾳδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. 4.4.3 Ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐξκουβιτῶν τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβάσιλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Τούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας δὲ ὢν τύχης ἐκ προγόνων. Καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. Τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς καὶ οὗτοι αἱρέσεως. Ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύεσθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καὶ ἀναίσχυντοι. Τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ συνήθεια καλεῖ) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης καὶ Κωνσταντῖνος ὁ Οὐμπερτό πουλος ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. 4.4.4 Οὕτως οὖν τὰ τάγματα καταστήσας πανστρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. Συναντήσας δέ τινι ἐκεῖθεν ἐρχομένῳ περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέρτος κινήσας πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. Ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ' αὐτῶν καρτερὸν συνεστήσατο πόλεμον. Καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη καὶ μᾶλλον περὶ τὸν κρόταφον βέλους διελθόντος. Ὃ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς μετακαλεσάμενός τινα τῶν ἐμπείρων περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὗ τὸ βέλος πτερύσσεται, τὸ δ' ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς πληγῆς ἐναπέμεινε. Δεσμήσας δὲ τὴν κεφαλήν, ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἵστατο. 4.4.5 Ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι ἐπέτεινε τὴν ὁδοιπορίαν. Καταλαβὼν δὲ τὴν Θεσσαλονίκην διὰ πολλῶν τὰ κατὰ τὸν Ῥομπέρτον ἐπὶ πλέον ἐβεβαιοῦτο. Καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέρτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροί σας τοῦ Δυρραχίου τὴν παρεμβολὴν κατέθετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολλὰς μέντοι τῶν ὑπ' αὐτὸν δυνάμεις καὶ περὶ τὰ ὄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. Ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανεν. 4.4.6 Ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ τοῦ Ῥομπέρτου μόσυνα καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν καὶ ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. Προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα ὃν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργου καταστήσας δι' ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου δοκοῦ, ὃν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειε. Διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὠθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. 4.4.7 Τῇ μετ' αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ Ῥομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου πεζούς τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγαγόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος ἐντὸς τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὠθήσας δι' ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων ἄπρακτον τὴν τοῦ Ῥομπέρτου μηχανὴν ἐποίησε τοῦ δοκοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν θύραν. 4.4.8 Εἶτα βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. Κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον, καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. Καὶ οἱ μὲν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. Τούτους δὲ φεύγοντας ὁρῶν ὁ Παλαιολόγος τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι' αὐτῶν ὁ πύργος ἀφανισθῇ. Καὶ οὐδὲ τούτου ἠστόχει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.

4.5.1 Ἐπεὶ δέ, ὡς ὁ ταῦτα διηγησάμενος ἔλεγεν, ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο παρόμοιον τῷ προκατασκευασθέντι καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς ἐν τῷ Δυρραχίῳ ταχείας δεῖσθαι καταστήσας τὰς ἰδίας δυνάμεις τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. Καταλαβὼν οὖν ἐκεῖσε καὶ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν λεγόμενον Χαρζάνην ποταμὸν εὐθὺς διά τινων ἀποστείλας ἠρώτα τὸν Ῥομπέρτον, ὅτου χάριν παρεγένετο καὶ τίς αὐτῷ ὁ σκοπός. 4.5.2 Ἐκεῖθεν δὲ ἀπά ρας ἔρχεται εἰς τὸ ἐπ' ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου τέμενος τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅπη χρὴ τὰς φάλαγγας ἐν καιρῷ μάχης καταστήσασθαι, προκαταλαβεῖν. Πεντεκαιδεκάτη δ' ἦν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. Αὐχὴν δὲ ἦν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν ἀποτελευτῶν εἰς ἀκρω τήριόν τι, ὅπερ οἷον χερσόνησός ἐστιν, ἐν ᾧ καὶ τὸ ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. Ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονε νευκὸς ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. Ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. Ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ μὴ συμφέρον τοῦτο λογι ζόμενος ἀνένευε τὴν ἐξέλευσιν αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. Ὡς δ' αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον μετεκαλεῖτο, φησὶν «ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καὶ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι». Ἀποσταλέντα δὲ τοῦτον θεασάμενος τηνι καῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν νηῶν. 4.5.3 Ὁ δὲ βασιλεὺς τοῦτον ἰδὼν τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο· τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος ἠρώτα, εἰ χρὴ τὸν μετ' αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. Ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. Ἀλλὰ καί τινες τῶν περὶ τὰ πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον συμβουλευόμενοι καρτερῆσαι καὶ δι' ἀκρο βολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν Ῥομπέρτον μὴ συγχω ρουμένων τῶν ὑπ' αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καὶ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. Οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο καὶ πάντων μᾶλλον Κωνστάντιος ὁ πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβα σιλευκότος Ῥωμανοῦ τοῦ Διογένους υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. 4.5.4 Ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομπέρτον ἀποσταλέντες ἐπανεληλυθότες τὰ ἐκείνου πρὸς τὸν βασι λέα ἀπεστομάτιζον ὡς «ἐγὼ μέν» φησι «κατὰ τῆς σῆς βασιλείας οὐδαμῶς ἐξελήλυθα, ἀλλ' ἐκδικήσων μᾶλλον τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. Εἰ δὲ σὺ τὴν μετ' ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κἀγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι.» Ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεζήτει καὶ ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν παρ' αὐτοῦ ζητου μένων, καὶ αὐτὴν τὴν Λογγιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι καὶ βοηθεῖν, ὁπηνίκα χρεία ἐστί. Τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ, δι' ὧν μὲν αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων τῆς μάχης ἀνθέξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ βασιλεῖ Ῥωμαίων προστρίψειεν. 4.5.5 Ἀτέλεστα γοῦν αἰτησάμενος καὶ μὴ τυχὼν πάντας τοὺς κόμητας συγκαλεσάμενός φησι πρὸς αὐτούς «οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον καὶ τὴν ἀτιμίαν, ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σὺν αὐτῷ ἐξεωθεῖσα. Τοῦτο δὲ μὴ φέροντες εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν. Ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος νῦν πρὸς βασιλέα ἔχομεν νέον καὶ στρατιώτην γενναῖον ὑπὲρ τὸν χρόνον αὐτοῦ πεῖραν τῆς στρατιωτικῆς ἐπιστή μης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ' αὐτοῦ ἀνα δέξασθαι πόλεμον. Ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγ χυσις τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. Λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν κἀκεῖνον μὲν τὴν ἐξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεριμερίμνως χρᾶσθαι καὶ ὡς ἔτυχε, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ' εὐθύτητος λέγειν πρὸς αὐτὸν ἑπομένους ἅμα τῇ τοῦ προκριθέντος βουλῇ. Καὶ ἰδοὺ ἐγὼ εἶς ἐξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾧ ἂν πάντες προκρίνητε». 4.5.6 Πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρα κεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. Ὁ δὲ ἀκκιζόμενος οἶον ἀνεβάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸ αἰτοῦντες. Ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἂν τοῦτο ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. 4.5.7 Λοιπόν φησι πρὸς αὐτούς «ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. Ἐπεὶ τὰς σφῶν πατρίδας καταλε λοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μάχη πρὸς ἀνδρικώτερον βασιλέα ἐστὶ καὶ ἄρτι μὲν τοὺς τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. Καὶ εἰ τὴν νικῶσαν ἡμῖν ἐπιψηφιεῖται Θεός, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. Χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι καὶ οὕτω τὴν μετ' αὐτοῦ ἀναδέξασθαι μάχην ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους». Ἐπὶ τούτοις κατένευσαν ἅπαντες.

4.6.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματά τε καὶ βουλεύματα· ἄλλα δ' αὖ τὰ τοῦ αὐτοκράτορος ποι κιλώτερά τε καὶ ὀξύτερα. Συνεῖχον δ' ὅμως οἱ δημαγωγοὶ ἄμφω τὰ στρατεύματα στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, ὅπως μετ' ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. Καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπεισπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμ βολῇ σκεπτόμενος τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνῄνατο. Αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα γνοίη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ Ῥομπέρτῳ. Ὃς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διεληλυθώς (ὀγδόη δ' ἦν πρὸς τῇ δεκάτῃ τοῦ παριππεύοντος μηνὸς Ὀκτω βρίου ἐπινεμήσεως πέμπτης) τὸ παρὰ τὴν θάλατταν ἐπ' ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. Καὶ δι' ὅλης νυκτὸς τὸ θεῖον ἐξευμενιζόμενοι τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. Εἶτα τὰς ἰδίας κατα στήσας φάλαγγας τὴν μέσην εἴχετο τοῦ συντάγματος χώραν, τὸ δέ γε πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέ τρεψε (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καὶ γνώμην), θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. 4.6.2 Τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρ μοσάμενος ἑαυτὸν πρὸς τὸ ξυμπεσὸν αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. Καὶ διελὼν τὰ στρατεύματα τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ Ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέ κοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου ἀποβάντας τῶν ἵππων ἔμπροσθεν ἐκ μικροῦ διαστήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπι δηφόρον ξύμπαντες. Τοῦ δὲ στρατεύματος τὸ λοιπὸν εἰς φάλαγγας διελὼν αὐτὸς μὲν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. Τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὓς κατὰ τοῦ· Ῥομπέρτου προεκπέμπειν ἠβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλοιντο πρὸς τοὺς Κελτοὺς ἐξιππά σασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ' ἑκάτερα σχιζομένους, εἶτ' αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. 4.6.3 Οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα αὐτὸς μὲν κατὰ μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων τὴν ᾐόνα παραθέων· οἱ δὲ ἀπο σταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν τοῦτο αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῷ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλον. Κατ' ἀλλήλων δὲ τῶν δημαγωγῶν ἐρχομένων ἀποσπάδας ἀποστέλλων ὁ Ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. Ἀλλ' οὐδ' ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀντικαταστησομένους αὐτοῖς πελταστάς. 4.6.4 Ἀκροβο λισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ' ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ Ῥομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταί χμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμι κέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου προσέβαλον. Γενναιότερον δ' αὐτῶν ἀντικαταστάντων παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρί ψαντες ἄχρι τοῦ τραχήλου ταῖς νηυσὶ τοῦ Ῥωμαϊκοῦ καὶ Βενετικικοῦ στόλου πελάζοντες ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν καὶ παρ' ἐκείνων οὐ προσεδέχοντο. 4.6.5 Ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασα μένη τοὺς φεύγοντας δριμὺ τούτοις ἐνατενίσασα κατ' αὐτῶν μεγίστην ἀφεῖσα φωνὴν μόνον οὐ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει «μέχρι πόσου φεύ ξεσθε; στῆτε, ἀνέρες ἔστε». Ὡς δὲ ἔτι φεύγοντας τού τους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἵεται. Τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. 4.6.6 Ἐπειδὴ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηγὸς ὁ Ναμπίτης δι' ἀπειρίαν καὶ θερμότητα ὀξύτερον βεβα δικότες ἱκανὸν τῆς Ῥωμαϊκῆς παρατάξεως ἀπέστησαν σπεύδοντες ξυμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς (καὶ γὰρ οὐχ ἧττον ἐκείνων περὶ τὰς μάχας καὶ οὗτοι ἐκθυμότεροί εἰσι καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες), κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος καὶ τοῦτο ἀπό τε τῆς ὀξείας κινήσεως τοῦ τε διαστήματος βεβαιωθεὶς καὶ τοῦ ἄχθους τῶν ὅπλων τινὰς τῶν πεζῶν ἐπέσκηψε κατ' αὐτῶν εἰσπηδῆσαι. Οἱ δὲ προκεκμηκότες ἤδη μαλακώτεροι τῶν Κελτῶν ἐφαίνοντο. Πίπτει γοῦν τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ ὁπόσοι τούτων ἐσώθησαν, περὶ τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες οἱ μὲν καὶ ὁπόσοις ἐξεχώρει τὸ τέμενος ἐντός, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσόμενοι. Οἱ δὲ Λατῖνοι πῦρ κατ' αὐτῶν ἀφέντες σὺν τῷ τεμένει πάντας κατέκαυσαν. 4.6.7 Τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμά χοντο. Ὁ δὲ Ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐλᾷ καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. Ἐν τεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ μαχό μενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. Ὁ δὲ βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν πολλοὺς τῶν μετ' αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. Πέπτωκε γὰρ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, οὐκ ἰδιω τεύοντος αὐτοῦ ἔτι ἀποτεχθείς, ἀλλ' ἐν πορφύρᾳ καὶ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· καὶ ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερ τερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος, μεθ' οὗ ὁ ἤδη ῥηθεὶς Κωνστάντιος περὶ κήδους ἐπὶ τῇ ἰδίᾳ ἀδελφῇ πολλάκις ὡμίλει· ναὶ μὴν καὶ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν. Πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. 4.6.8 Τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων 4.6.8 ἔτι ἀνθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ' ὧν εἷς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἦν, ὁ δὲ Πέτρος τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ' οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ' αὐτοῦ ἵενται. Καὶ ὁ μὲν Ἀμικέτης διημαρτήκει τοῦ βασιλέως μικρὸν παρεκκλί ναντος τοῦ ἵππου· τοῦ δ' ἄλλου τὸ δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα παίει τοῦτον κατὰ τὴν κλεῖδα καὶ τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. Ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης τε ὢν καὶ ἑδραῖος τὸν νοῦν μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον συνείς, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ' οὐρὰν τοῦ ἵππου ἔθετο. Καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίφους ἀκμὴ περὶ τὴν ἀκωκὴν παρα ποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα ὦσε ταύτην εἰς γῆν. Τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος παραθέει, ὃν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ' εὐθὺς ὀρθωθεὶς ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο μηδὲν τῶν ὅπλων ἀποβαλών. Ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾷ, τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καὶ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν (ὁ γὰρ ἵππος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς καὶ φριμάσσων ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν), ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς ἐναντίοις ἀντικαθίστατο. 4.6.9 Ἐπεὶ δὲ καὶ τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέ μητον ὑποχωροῦντα· ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο ὡς ἐπαρήξων τάχα τῷ αὐτο κράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας. Ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἵνα, εἰ μὲν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται. Ταῦτα διαλογιζόμενος, ὡς ἐξ ὧν ἐπεπράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπάρτι τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν οἴκαδε ἐπαναδε δραμήκει. Ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ ὡς μηδένα τὸν αὐτῷ ἐπαμύνοντα βλέπων τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐναντίοις. Καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτευμα.

4.7.1 Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίου Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἡ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατά σχεσιν. Τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέ καιον φρόνημα. Οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν ἐγχωρίων καλουμένου Κακὴ Πλευρά. Ἥδε τούτου θέσις· ποταμὸς ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. Ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες, οἳ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων (ἐννέα δὲ ξύμπαντες) καὶ ἐπὶ θάτερα κλίνουσι. Τάχα δ' ἂν καὶ ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὃ τῇ δεξιᾷ κατεῖχε χειρί, ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ. Ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ τοῦ ἀριστεροῦ ποδὸς ἐνδακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέ στερον τὸν ἱππότην ἐποίει. Καὶ αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου ἀνεῖχεν ἑαυτόν. Βοηθεῖται μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ' ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. Ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἳ καὶ τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβα λόντες ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην καὶ εἰς τὸ μέσον κατέστησαν. 4.7.2 Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. Οἱ μὲν γὰρ ἐξ εὐωνύμων ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες ὥσπερ τοῖς πρῴην ἐναντιούμενοι καὶ ἀντερείδοντες δόρασι δόρατα ἐπ' ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. Ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καὶ συσφίγξαντος περιβάδην τὸν ἵππονὁμοῦ καὶ τὴν ἐφεστρίδα τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. Ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καὶ ὑγροσκελής, ἄλλως δὲ καὶ ἀθλητι κώτατος καὶ πολεμικός (ἔφθη γὰρ ὅπου τοῦτον ἀναλα βέσθαι τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης βασιλεύοντος ἔτι Νικηφόρου τοῦ Βοτανειάτου), τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθεὶς πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τῶν μύθων, Πηγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος ὠνόμαζε. Τὰ δὲ τῶν βαρβάρων δόρατα ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον, τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. Ὁ δ' εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. 4.7.3 Καὶ οὔτε τεθορύβητο τὴν ψυχὴν ἐν τοσούτοις δεινοῖς καταστὰς οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου ἑαυτὸν ποιεῖται. Οἱ δέ γε Κελτοὶ κεχηνότες εἱστήκεσαν τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ' ἑτέραν τραπέντα καὶ αὖθις ἐδίωκον. Ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδοὺς στρέψας τοὺς χαλινοὺς καὶ συναντήσας ἑνὶ τῶν διωκόντων διελαύνει τὸ δόρυ τοῖς στέρνοις· ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. 4.7.4 Ὁ δὲ βασιλεὺς αὖθις τὰς ἡνίας στρέψας εἴχετο τῆς προτέρας ὁδοῦ. Συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις. Οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι συνησπικότες ἔστησαν τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέ λοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομί σαι. Ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καὶ τοὺς ἔμπροσθεν θεασάμενος ἀπεγνώκει τὰς σῳζούσας ἐλπίδας. Συλλεξάμενος δὲ ἑαυτόν, ἐπεὶ τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας καταστήσας τὸν ἵππον κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ' ἐκεῖθεν πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. Καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεσαίχμιον κατ' ἀλλήλων ἵενται. 4.7.5 Πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα παίει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς τὰ μετάφρενα διεκβάλλεται. Καὶ τὸν μὲν βάρ βαρον αὐτίκα εἶχε γῆ· εὐθὺς γὰρ τοῦτον ἀφῆκε καὶ ἡ ψυχὴ τῆς τρώσεως καιρίας γεγενημένης. Καὶ τοῦ λοιποῦ ὁ βασιλεὺς διασχισθείσης τῆς φάλαγγος διὰ μέσων αὐτῶν ἐξιππάσατο ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. Οἱ δ' εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμ μένον θεασάμενοι περιχυθέντες τῷ κειμένῳ περὶ αὐτὸν διεπονοῦντο. Καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τού τους θεασάμενοι ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα ἐκόπτοντο ὀλολύζοντες. Ἀλλ' ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύ τερος. Τούτων δὲ ἀσχολουμένων ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.

4.8.1 Ἀλλ' ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. Μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι πολλάκις παρατρέχω τὰ τοῦ πατρὸς μήτε αὐξάνουσα μήτε πάθος περιτιθεῖσα. Εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχοι περὶ τὰ καλὰ τὴν οἰκείωσιν. Ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἡ φυσικὴ στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας τοῦ λέγειν περὶ τῶν κατ' ἐμαυτὴν τερατολογίας παρέχειν ὑπόληψιν. Καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα ξυγγράφουσά τε καὶ διηγουμένη, ἐν ὁπόσοις κακοῖς περιπέπτωκε, καὶ οὐδ' ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. Ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας καὶ λίθος παρατρέχω τὰς τοῦ πατρὸς ξυμφοράς, ἅσπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ γάρ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος «οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο») πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. Ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι, τὰ δὲ τῆς ἱστορίας ἐχέσθω. 4.8.2 Μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον φερούσης εἴχοντο. Ὁ δὲ κενοὺς τούτους θεασάμενος πυθόμενός τε τὰ τούτοις συμπεσόντα πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τὸν τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει ἄνανδρόν τε ἀποκαλῶν καὶ ἀπειροπόλεμον. Καὶ ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε καὶ τὸν βασιλέα Ἀλέξιον ἢ κρού σας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα πάσχειν ᾤετο. Ἦν γὰρ ὁ Ῥομπέρτος οὗτος τἆλλα μὲν εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἄνθρωπος καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον καὶ τὴν καρδίαν μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων καὶ οὕτως ἔχων περὶ τοὺς πολεμίους, ὡς ἢ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι ἢ ἑαυτὸν διαχρήσασθαι παρὰ τὸν Μοι ραῖόν φησι κλωστῆρα ἀπαλλαττόμενος. 4.8.3 Ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ' αἰτίασιν ὁ Ῥομπέρτος εἶχε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διη γεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ὀξεῖα ἡ πέτρα ἦν καὶ ἀκροσφαλὴς καὶ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον καὶ μαχόμενον, ἀλλ' οὐδ' ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. «Εἰ δ' ἐμοί» φησι «καὶ διαπι στοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἢ ἄλλος τις ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. Εἰ δ' οὖν, ἀλλ' εἴ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ἄπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν εἴ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι.» Ταῦτα εἰπὼν μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπέρτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον τοῦ ὀργίζεσθαι. 4.8.4 Ὁ δὲ βασιλεὺς τοὺς ἑλιγ μοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν ἐν δυσὶ νυχθημέροις διεξελθὼν καταλαμβάνει τὴν Ἀχρίδα. Ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην διελθὼν καὶ μικρὸν περὶ τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας (τέμπος δ' αὕτη δύσβατόν ἐστι), μήθ' ὑπὸ τῆς ἥττης μήθ' ὑπὸ τῶν ἄλλων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς μήθ' ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχα λάσας, κἂν τὰ ἐντὸς ὑπὸ τῆς λύπης τῶν ἐν τῇ μάχῃ πε πτωκότων καὶ μᾶλλον τῶν γενναίως ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο. Ἀλλ' ὅμως τῆς πόλεως ὅλος ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο ἀχθόμενος ὅτι ἄτερ ἡγεμόνος κατα λέλειπτο τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. Καὶ ὡς ἐνὸν τοὺς κατ' αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβάνων ὁρμω μένῳ Κομισκόρτῃ τὰ συνοίσοντα, διὰ γραμμάτων ὑποθέμενος.