Αλεξιάς
Συγγραφέας:
Βιβλίο 15


15.1.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὴν Φιλιππούπολιν καὶ τοὺς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος· ἄλλος δ' ἐκεῖθεν αὖθις βάρβαρος ἐξαρτύεται κατ' αὐτοῦ κυκεών. Ἐβουλεύετο γὰρ ὁ Σολυμᾶς σουλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀν τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. Ἐπεὶ δ' αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη, ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ' αὐτοῦ συναρράξαι πόλεμον. Κεῖθι γὰρ τὸ σουλτανίκιον τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. Δυνάμεις τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. Κατ' ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι. Καὶ δυνάμεις ἁπανταχόθεν μὲν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας· ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίζειν ἁπλῶς. Καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ τῶν βαρβάρων ἔργου. Οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλιτζιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐλῄζετο ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιησάμενος. 15.1.2 Καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν· ἐκ διαστημάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἦν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. Ἀλλὰ τοῦτο τὸ πάθος πρόσχημα ἐδόκει τοῖς περὶ τὸν Κλιτζιασθλὰν νοσήματος, οὐ μέντοι νόσημα, ἀλλ' ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλημένη τὴν ποδαλγίαν. Κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον κἀν ταῖς μέθαις κἀν τοῖς πότοις· καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιίας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ βάρβαροι ἐποιοῦντο, καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. Πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. Καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. 15.1.3 Οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα, κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ' αὐτῶν μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. Τήν τε Δάμαλιν διαπεράσας, καὶ τὸν ἀναμεταξὺ Κιβωτοῦ καὶ Αἰγιαλῶν διαπλῳσάμενος πορθμόν, καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιον ἄπεισι, τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετεπέμπετο. Ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νίκαιαν. Εἶτα διὰ τριῶν ἡμερῶν αὖθις ὑποστρέφει ἔνθεν τῆς γε τοῦ Λοπαδίου γεφύρας καὶ στρατοπεδεύει κατὰ τὴν Βρύσιν τοῦ Καρυκέως καλουμένην, οὕτω δόξαν αὐτῷ, ἵνα τὸ μὲν στράτευμα πρότερον διὰ τῆς γεφύρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται, κᾆθ' οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. 15.1.4 Οἱ δὲ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα λῃζόμενοι, ἐπεὶ τὴν τοῦ αὐτοκράτορος κατ' αὐτῶν μεμαθήκεισαν ἔφοδον, ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν ἐντεῦθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. Καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δὲ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. 15.1.5 Κἀκεῖνοι μὲν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο· αὐτὸς δὲ κατὰ τὸ περίορθρον πρὸς τὴν ἤδη ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ' ἀστοχήσας τῆς ἄγρας καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς εἰκός. Καὶ ἤθελε μὲν διώκειν, ἀλλ' ἵνα μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μὲν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καί, παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας, τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. Οἱ δὲ τούτους ἐφθακότες εἴς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης καὶ τῶν δορυαλώτων, ὡς πῦρ κατ' αὐτῶν ἵενται καὶ αὐτίκα πλείστους μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. Τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ Λοπάδιον ἐπανέρχεται. Κεῖθι δὲ παραγενόμενος, καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι' ἀνυδρίαν τῶν δι' ὧν ἔμελλε διελθεῖν μερῶν (θέρους γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δὲ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. Ἐπὰν δὲ ἅπαντες ἀθροισθεῖεν ἐκεῖ, ἐξαναστὰς ἅπαν τὸ ὁπλιτικόν, τηνικαῦτα κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καὶ τῶν οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. 15.1.6 Τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίγκιπον αὐλιζομένης, ἵν' ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα.

15.2.1 Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. Ἡ δὲ βασίλισσα διυπνισθεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη. Τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος, κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρὶ ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. Ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δὲ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. Οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. Ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμπαρῆν τῷ αὐτοκράτορι, δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη δὲ ὅμως τῆς ἐκείνου γνώμης. Ἐπὰν δὲ πρὸς ἄριστον οἱ βασιλεῖς ἠπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβών, προσουδίσας τοῖς ποσὶ τοῦ αὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἵστασθαι ἐπώμνυτο, τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. 15.2.2 Ὁ δὲ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. Ἡ δὲ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἶχε τὸν φόβον καὶ οὔτε λόγοις οὔτε σχήμασι τοῦτον ἐνέφαινεν. Ἀνδρεία γὰρ καὶ στάσιμος οὖσα τὴν φρένα καθάπερ <ἡ> παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδές τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἷα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχούσας, ἐπειδάν τι φοβερὸν ἀκούσωσι. Καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδὸν αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. Ἀλλ' ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ αὐτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δὲ περὶ ἑαυτῆς ἐπεφόβητο. Οὐ τοίνυν ἐκείνη κατ' ἐκεῖνο καιροῦ ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ' ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ προσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἷον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. Κἀκεῖθεν καταβᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα, τὴν ᾐόνα τῆς Βιθυνῶν παραπλέουσα, θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. 15.2.3 Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ δὲ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νίκαιαν ὥδευον. Οἱ δὲ βάρβαροι Ἀλανόν τινα κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ' αὐτῶν ἔφοδον δι' αὐτοῦ μεμαθηκότες, δι' ὧν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. Ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης (Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν μιξοβάρβαρον νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γεγονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώτατοι καὶ τῶν πάλαι ὑμνουμένων, [οὗτοι] κατὰ τὰς ἀκρολοφίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους περισκοποῦντες, εἴ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας ... ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ' αὐτῶν πόλεμον μάχην συνεστήσαντο καρτερὰν ἡττήσαντες τούτους κατὰ κράτος. 15.2.4 Καταλαβὼν δὲ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου, κἀκεῖθεν αὖθις κωμόπολίν τινα Σαγουδάους ἐγχωρίως καλουμένην, καὶ τοῖς Τούρκοις μὲν μὴ ἐντυχών, μεμαθηκὼς δὲ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων, τηνικαῦτα ὁ αὐτὸς αὐτοῦ που ἔξωθεν τουτουῒ τοῦ καστελλίου τὸν χάρακα πήγνυται. Τῇ δὲ μετ' αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τῆς θαλάττης ἄπλωτον. Διηγησάμενος οὖν τὰ συμ βάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν, καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νίκαιαν. 15.2.5 Ἐκεῖσε δὲ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾧ μικρὸν χρονοτριβήσας καί, μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ τουρκικὸν στράτευμα, τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι' ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν, ἤδη ἀπάρας ἐκεῖθεν, ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκουραν. Καὶ αὐτοῦ που βεβαιωθεὶς ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν, ὀλίγοι δέ τινες παρὰ τοῦ Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη, ἐφ' ᾧ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις, Λέοντα μὲν τὸν Νικερίτην μετὰ τῶν ὑπ' αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν, ἐγρηγορέναι τε διὰ παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ. 15.2.6 Τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν, στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ' αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἐπέλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. Διὰ ταῦτα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἵν' ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ' αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος οὗπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο. Ἐπὰν δὲ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἔργου, τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀνα παυσαμένων καὶ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ' οὐ πολὺ σφοδρότερον τοῦ κατ' αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξεται 15.2.7 Διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅπαντας τῶν στρατιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν, τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης, καὶ αὐτοὶ δὴ οἱ στρατιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ διὰ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμῃ πολλὴν ἐπιμέλειαν τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι, καὶ μηδ' εἰς θήραν μηδ' εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.

15.3.1 Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἷα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι, μεταπέμπεται τὴν Αὔγουσταν δι' ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ' ᾧ συνεῖναι τούτῳ μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς ἐκεῖθεν ἀπᾶραι βουληθείη. Ἡ δὲ θᾶττον τὴν Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ' οἷς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. Ὁ δὲ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα, παρ' οὐδὲν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων κατα φρονῶν καὶ τοῦ νηπιώδους αὐτῶν καταγελῶν φρονήματος. Τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ' ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. 15.3.2 Ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης κρατήσειε· τὸ γὰρ θυμοει δὲς τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγο ρούμενον γίνεται καὶ θράσος ἐστὶν ἀντὶ θάρσους. Θαρροῦ μεν γὰρ τοῖς ὅπλοις καθ' ὧν δυνάμεθα· θρασυνόμεθα δὲ καὶ καθ' ὧν οὐ δυνάμεθα, ὥσθ' ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμα ται, ἀπὸ ... κατὰ πρόσωπον προσβαλεῖν, τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρα τεῖν ἐπειγόμεθα. Καὶ πρώτη ἐστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι νίκην ἀκίνδυνον· τέχνῃ δ' ἡνίοχος περιγίνε ται ἡνιόχοιο, φησὶν Ὅμηρος. Τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. Ἐμοὶ δὲ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαί τι πανοῦρ γον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλὰ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δὲ τρόπους, δι' ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, δια φόρους τε καὶ ποικίλους τὴν φύσιν. Τινὲς γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύϊ τῷδε τρόπῳ τοὺς ἐναν τίους νικήσαντες φαίνονται· ἄλλῳ δὲ ἄλλοι πολλάκις χρη σάμενοι τὴν νικῶσαν εἶχον. 15.3.3 Ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐναντίων ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ' οὗ κἀν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. Ὅπου μὲν καὶ στρατηγικῷ μηχανήματι συγχρησάμενος, ὅπου δὲ καὶ διὰ χειρῶν μαχόμενος, πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο τρόπαια. Ἦν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνε χεῖς ἦν ὁρᾶν αὐτῷ τοὺς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο καὶ ὁμόσε τοῖς βαρβάροις ἐχώρει, ποτὲ δὲ καὶ ἐσχηματίζετο ὑποκατα κλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. Καὶ ἵνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν τρι βόλων θέσιν· καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. 15.3.4 Πάλιν δ' ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν ὅτι περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ' ἡ τῶν πραγμάτων φύσις. Τί γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; Ἐγὼ μὲν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. Ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ' ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα, καὶ ἴσα σιν ὁπόσοι τὰ καθ' ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. Οὐ μὴν ἐν τῷ τῆς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. Ἄλλος μὲν γὰρ καιρός ἐστιν εὐνοίας πατρικῆς, καθ' ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτερος δὲ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. Εἰ δ', ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. 15.3.5 Ὁ μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. Ἄλλο δ' οὐδὲν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ' ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. Τοῦ ἡλίου δὲ τῶν μειζόνων ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν φθινοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς ἐκστρατείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ' ὃν ἀρχῆθεν προέθετο λογισμόν. 15.3.6 Καὶ τηνικαῦτα 15.3.6 τὴν Νίκαιαν καταλαβών, εὐζώνους στρατιώτας μετ' ἐμπείρων ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος, εἰς προνομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένους δὲ τῇ δεδομένῃ μετ' εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγγύα ποιεῖν. Καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ .... διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μὲν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. Εἶτα ἐν τρισὶν ἡμέραις διὰ τοῦ Ἀρμενοκάστρου καὶ τῶν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας. Ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας, καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτικὴν πάντως ἐγνωκέναι δύναμιν, ἣν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων τὰς παρατάξεις (ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας, κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. 15.3.7 Εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς ὅτι ἡ τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ', ὡς Ὅμηρός φησιν, ἀσπὶς [δ'] ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιὸν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ' ἀλλήλων διέσπασται καὶ ἑστήκασιν οἷον ἀπερρωγυῖαι ἀπ' ἀλλήλων αἱ φάλαγγες, καὶ ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ' ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως, καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν. Τὰ δὲ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν, καὶ ἔστιν ἡ ἄμυνα τούτων πόρρωθεν. Ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καὶ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθὲν δι' ὅλου τοῦ σώματος παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι. 15.3.8 Πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδών, τὰς παρατάξεις αὐτὸς ἐπεποίητο, καὶ συνίστα τὰς φάλαγγας οὕτως ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δὲ ἡμετέρους ἐκ τῶν ἀριστερῶν βάλλειν, ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. Καὶ αὐτὸς μὲν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. Ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ αὐτοκράτορος σκέμματι. Ἐκεῖνος δὲ ἅμα καὶ τὰς δυνάμεις κατανοῶν καὶ τὰς πεδιά δας δι' ὧν διιέναι ἔμελλε, φανταζόμενος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀδιάσπαστον λογιζόμενος, χρηστὰς ἐλπίδας ἐντεῦθεν ἐλάμβανε καὶ εἰς ἔργον ταύτας Θεῷ προβῆναι ἐπηύχετο.

15.4.1 Οὕτω γοῦν παραταξάμενος τὴν Σαντάβαριν κατέλαβε ........ τοὺς ἡγεμόνας ἅπαντας τῆς τοιαύτης παρατάξεως διελὼν τὸν μὲν Καμύτζην κατὰ τοῦ Πολυβότου καὶ τῆς Κέδρου ἐξέπεμψε (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον παρά τινος σατράπου Πουχέα καλουμένου κατεχόμενον), τῷ δέ γε Στυπειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελθεῖν ....το. Αἰσθέμενοι δὲ τῆς βουλῆς δύο τινὲς Σκύθαι αὐτόμολοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτζη διεμήνυον ἔφοδον, ἅμα δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. Ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτζης τὸν μὲν Πουχέαν οὐχ εὗρεν, ἀλλ' οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δὲ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς πρὸς οὐδὲν τούτων ἀπένευσεν, ἀλλ' ἠνιᾶτο καθάπερ οἱ θηραταὶ τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες, καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι. Καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μὲν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δὲ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὴν τοῦ αὐτοκράτορος ἀπεκδεχόμενος ἔλευσιν. Τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. 15.4.2 Καταλαμβάνει δὲ καὶ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. Καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοῦ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ που διακείμενα. Ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοῦ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. Καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου τοῦ Λεβούνη καὶ Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ' αὐτοὺς εἰς ἀξιόμαχον παραστήσας δύναμιν, κατ' ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι, καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίσαι οἱ. 15.4.3 Ἐκεῖνοι μὲν οὖν εὐθὺς τῆς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. Ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπάρτι ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον, τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας, ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι· ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν. Τὸ μὲν ἐδεδίει μὴ ἐν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. 15.4.4 Βουλὴν οὖν βουλεύεται συνετήν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατὰ τῶν περὶ τὸ Φιλομήλιν ἐξορμῆσαι βαρβάρων. Ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τραπέζης, παννύχιον τὸν ὕμνον καὶ ἐκτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. Κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καί, παρρησίᾳ λύσας ἁπάντων, ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιν ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. 15.4.5 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης, ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ, στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον, παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν τοῦ Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. Ἕτεροι δὲ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες, παρατυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος, ἀφαιροῦνται τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς τῶν στρατιωτῶν. Ὁ δὲ Βούρτζης [ἐκεῖθεν] νικητὴς ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν, συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καί, μεμαθηκὼς ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. Ὀξέως δὲ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων, ἤθελε μὲν καὶ αὐτὸς ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. Καὶ διὰ τοῦτ' ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων, κατὰ τὸ περίορθρον τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. Κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος, καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ ἑαυτόν τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος, ἀνίσχοντος ἡλίου τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. 15.4.6 Ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. Ἐφ' ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους ᾐτοῦντο καὶ τὰ ἐξ αὐτῶν ἀφαιρεθέντα λάφυρα, διαβεβαιούμενοι ὡς, εἰ τῶν ἐπιζητουμένων τύχοιεν, οὐκέτι προσβαλεῖν τοῖς Ῥωμαίοις ἐπιχειρήσουσιν, ἀλλ' οἴκαδε ἀπελεύσονται. Ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτερῶς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. Ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταμοῦ τινος κατέλαβον, κατέψυχον τὸ καύμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ αὖθις τοῦ πολέμου ἀντεχομένων, οἱ προκεκμηκότες διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. 15.4.7 Τοσαύτην δὲ τῶν βαρ βάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων, ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρα τιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν κομί σοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν Λεβούνην. Ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος Τούρκων παρῆν, ῥιψοκινδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. Ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἦν καὶ τὸ στράτευμα ἐξώπλιζε. Καὶ οὕτω κατὰ φάλαγγας καταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. 15.4.8 Εἶχε δὲ τὸ μὲν ἔμπρο σθεν κέρας ὁ βασιλεύς [Μιχαήλ], τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. Ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφα δάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῷ ἐφελκυσάμενος Ἄρεως ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ' αὐτοῦ πρότερον ἐφωρμηκόσι, πλήττε ται μὲν τηνικαῦτα κατὰ τοῦ γόνυος, πλήττει δὲ τὸν παί σαντα κατὰ τὸ στέρνον διὰ τοῦ δόρατος. Ὁ δὲ παραχρῆμα τοῦ ἵππου κατενεχθεὶς ἄφωνος ἔκειτο. Τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυ τίκα διδόασιν. Ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολα βὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. 15.4.9 Καὶ περὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ' αὐτὴν τὰ καλού μενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν δ' ἀπάρας τὸ Φιλομή λιν ἐξ ἐφόδου κατέσχεν. Εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ' ἡγεμόνων γεν ναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων κωμοπόλεων ἐξαπέστειλεν, ἐφ' ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. Οἱ δὲ ὡς θῆρές τινες δια σπαρέντες ἁπανταχοῦ ἀγεληδόν, πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανῄεσαν μετὰ τῶν σκευῶν αὐτῶν τούτους ἐξανδραποδισάμενοι πάντας. Συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ αὐτόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἴς τι κρησφύγετον ἐς τὸν αὐτοκράτορα προσπεφευγότες. Ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώ τους ἅπαντας <σὺν> γυναιξὶ καὶ παιδίοις εἰσελάσας, τὴν αὐτὴν ἀτραπὸν διῄει δι' ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ' οἷς ἂν προσεπέλασε τόποις, μετ' ἀσφαλείας ἁπάσης ἐπορεύετο. Καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμψυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν. 15.5.1 Ὡς δὲ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δὲ ὁ Μονόλυκος ἐφ' ἑκάτερα ἐν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. Ἐπὰν δὲ διὰ τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρά τις τοῦ βαρ βαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου, ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. Καὶ τὰ μὲν πρῶτα τὴν καινὴν ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος, γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων, ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπε ζήτει ἐγνωκέναι. Τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. Καὶ ἤθελε μὲν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ' ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἐκέλευσε. Πολλοῦ δὲ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχα νώμενος, μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἵν' ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις καταπλήξαιεν. 15.5.2 Ὁ δέ γε αὐτοκράτωρ, καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις, τὰς φάλαγγας αὐτῶν ἀνερρώννυε καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας <ἕνεκα> καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. Ἅπαντες οὖν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον, πάνυ τὴν πορείαν ἀνει μένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν δοκεῖσθαι τοῖς βαρβάροις. Δι' ὅλης οὖν τῆς ἡμέρας προσβάλλοντες τῷ ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ' ὅλως μήτε ἐκ μέρους διασπᾶσαι τὸ ῥωμαϊκὸν σύνταγμα δυνηθέντες, αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι, καὶ πυρ σοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι' ὅλης νυκτὸς ὠρύοντο καθάπερ λύκοι, ἔστι δ' οὗ καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. Αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώ μενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. 15.5.3 Ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν σουλτά νος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δὲ οἷα νέος πρὸς γέροντα τὸν Μονό λυκον ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. Ὁ δέ· «Ἐγὼ μέν, ἔφη, ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ' αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. Εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει.» Εὐθὺς οὖν αὐτὸς μὲν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις <δὲ> σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ ἄλλοις τὴν καθ' ἑ τέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο. Ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ Βρυέννιος καῖσαρ, τῆς κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος, ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε δὲ ἀπειρίας ἢ νεότητος ἐνδείξασθαί τι, ἀλλ' ἐπεῖχε καίτοι λυττῶντα τὸν κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. 15.5.4 Καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τῆς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. Ὃς εἰς τὸ χαριέστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. Ὦ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἅλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; Μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιά ζεται, ἀλλ' ὁ τῆς ἱστορίας νόμος ἐκεῖθεν αὖθις ἀπείργει. Θαυμάζειν δὲ ἔστι πῶς οὐ γίνεταί τις καὶ νῦν καθά περ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής. Καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. Εἰ γὰρ τοῦτ' ἦν, τάχ' ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά. 15.6.1 Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφό ρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν, μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. Καὶ τηνικαῦτα οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. Πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώ κασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν. Τῶν δὲ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος, ἀπεγνωκὼς τὰς σῳζούσας ἐλπίδας, μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνου φεύγων περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱδρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριττοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ Οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε. Καὶ μικρὸν ἐπὶ θάτερον παρεκκλίνας, ἐπεὶ μηδὲ γνώριμος τοῖς διώκου σιν ἦν, αὐτὸς μὲν σέσωστο, ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. Ὁ μὲν οὖν βασιλεὺς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοὺς ἐχθροὺς ἔχαιρεν, ἠνιᾶτο δὲ ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικροῦ, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, ἐρρύσθη. 15.6.2 Ἑσπέρας δὲ ἤδη καταλαβούσης αὐτοῦ κατὰ τόπον αὐλίζε ται, οἱ δὲ περισωθέντες τῶν βαρβάρων, αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες, πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι' ὅλης νυκτὸς κατὰ τῶν Ῥωμαίων ὡς κύνες περιυ λάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ ῥωμαϊκοῦ στρα τεύματος καὶ προσεληλυθὼς τῷ σουλτὰν ἔφη· «Τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας οὔσης μηδαμῶς ἐπιχεί ρει· οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖται. Ἀλλ' ἐπεὶ μὴ ἀποχρώ σης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήξατο, δι' ὅλης νυκτὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ' αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῦσαν ζημίαν τῷ ῥωμαϊκῷ στρατεύματι ὑφέξουσι.» 15.6.3 Τηνικαῦτα δὲ καὶ μιξοβάρβαρός τις ἐκεῖθεν αὖθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιτᾷ, ἀπαγγέλλων ὁπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευ μένα ἅπαντα κατὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος σαφῶς διηγή σατο. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στρά τευμα, τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄντας ἐγρηγορέναι καὶ νήφειν προσέταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαί τε καὶ ἔξωθεν τῆς παρεμβολῆς ἐξελθόντας προϋπαντῆσαι τοῖς κατ' αὐτῶν ἐρχομένοις Τούρκοις καὶ τὴν μετ' αὐτῶν ἀναδέ ξασθαι μάχην. Οἱ δὲ βάρβαροι δι' ὅλης νυκτὸς γυρόθεν περιζώσαντες τὸ στράτευμα, πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βουνῶν ποιούμενοι, συχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. Οἱ δὲ Ῥωμαῖοι, κατὰ τὰς ὑπο θήκας τοῦ αὐτοκράτορος ποιοῦντες, ἐφύλαττον ἑαυτοὺς μὴ διασπῶντες τὴν παράταξιν. Ὑπαυγαζούσης δὲ τῆς ἡμέρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν, καὶ τὴν λείαν καὶ τὰς σκευὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δορυαλώτους μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατάξεως αὖθις ἐλάσαντες, τὴν πρὸς Ἀμποῦν ὥδευον. Πόλεμος δὲ τηνικαῦτα καταλαμβάνει τούτους βαρὺς καὶ δεινός. Ὁ γὰρ σουλτάνος, συνάξας αὖθις τὰς δυνάμεις καὶ περιζώσας τὸ στράτευμα, γυρόθεν καρτερῶς ἐμάχετο, μηδαμῶς δὲ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ' ὥσπερ ἀδαμαντίνοις τείχεσι προσβαλὼν ἄπρακτος ἀπεπέμφθη. Ἠνιᾶτο γοῦν δι' ὅλης ἐκείνης τῆς νυκτὸς <καὶ> καθάπαξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκου καὶ τῶν λοιπῶν σατραπῶν ἐβουλεύετο, καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ᾐτεῖτο τὸν αὐτοκράτορα τούτου πᾶσι τοῖς βαρβάροις συνδόξαντος. 15.6.4 Οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτου τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε. Καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύσατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε τῶν ἵππων ἀποβάντας μήτε τὰς σκευὰς τῶν ὑποζυγίων ἀποσάξαντας, περιφραττομένους ἀσπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι' ὅλης τῆς ὁδοιπορίας. Ταῦτα δὲ δι' οὐδὲν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ' ἵνα μὴ συγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπασθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. Ἐδεδίει γὰρ τοὺς Τούρκους πλῆθος πολὺ τούτους ὁρῶν καὶ ἁπανταχόθεν τῷ ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. Ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε συγγενεῖς αὐτοῦ ἅπαντας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ' ἑκάτερα ἐπὶ κεφαλῆς μὲν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τούτοις ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακτοι ἅπαντες. Ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. 15.6.5 Προσεληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ' αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ καταλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν καὶ Ἀκρόνιον. Οἱ δέ γε σατρά παι πόρρωθεν θεασάμενοι τὸν αὐτοκράτορα, τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς βασιλεῦσι προσκύνησιν ἀπο δεδώκασι. Τὸν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. Ἀλλ' ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. Καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. Ἐπιβάντα δὲ τοῦτον καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκρά τορος προσεγγίσαντα, παραχρῆμα τὸ ἄμφιον ὃ περιεβέβλητο λύσας, τοῖς ὤμοις ἐκείνου ἐπέθετο. Εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμένων δημηγορήσας ἐξέφηνε λέγων ὡς· «Εἰ μὲν τῇ βασιλείᾳ Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγ μέναις ὑμῖν χώραις τοῦ λοιποῦ βιώσεσθε, οὗ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν Διογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ' αὐτοῦ. Χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχε σθαι τοῖς ἰδίοις ἀρκουμένους. Καὶ εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδα μῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. Εἰ δὲ μή, ἐμὲ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.» 15.6.6 Ὁ δὲ σουλτάνος καὶ οἱ τούτου σατράπαι πρὸς ταῦτα μάλα προ θύμως συνέθεντο λέγοντες· «Οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα». Τούτων οὖν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνάς, εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. Τῇ δὲ μετ' αὐ τὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ' αὐτοῦ συνθήκας ὡς ἔθος πληρώ σας, χρήματα μὲν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαίροντας ἀπέλυσεν. 15.6.7 Ἐν τῷ μεταξὺ δὲ μεμαθηκὼς ὁ αὐτοκρά τωρ ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασούτ, τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι, τὸν τοῦ Σαϊσὰν μεμελετήκει φόνον, ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποῖα εἴωθεν ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ' ἂν τὰ κατ' αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. Ὁ δὲ παρ' οὐδὲν τὴν τοῦ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ εἴχετο τοῦ σκοποῦ. Ἵνα γοῦν μὴ δόξῃ ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ μῶμος ἐντεῦθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμῃ τοῦ βαρβάρου φάμενος· «Καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν, ἀναγκαῖον τὸν δεύτε ρον, ὅ φασι, πλοῦν καὶ καταφράκτους στρατιώτας ἱκανοὺς Ῥωμαίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσον τας μέχρις αὐτοῦ Ἰκονίου». Ἀλλ' οὐδὲ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἦν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέ ρωχα, μονονοὺ καὶ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. Συνταξάμενος τοίνυν τῷ αὐτοκράτορι καὶ χρήματα ἱκανὰ λαβὼν τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. 15.6.8 Ὄνειρος δέ τις ἐφίσταται αὐτῷ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ Διὸς πεμφθεὶς οὔτε μὴν ἐποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηληΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. Ἐδόκει γὰρ τάχα μύας ἐν τῷ ἀριστᾶν ὁμαδὸν περιχυθέντας αὐτῷ καὶ ὃν κατήσθιεν ἄρτον ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος, αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. Διυπνισθεὶς δὲ τῷ συνο δοιποροῦντι τούτῳ στρατιώτῃ τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον, πυνθανόμενος τί ἂν βούλοιτο. Τοῦ δὲ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δὲ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. Σκοποὺς δὲ τάχα προαπεστάλκει ἐφ' ᾧ περιαθρῆσαι μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. Αὐτῷ δὲ τῷ Μασοὺτ οἱ σκο ποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβά νοντι, καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοί τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμῃ, ἐπέστρεψαν μηδένα ἑωρακέναι διαβεβαιούμενοι. Πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αὐτῷ συναντῶσι βαρβαρικαὶ τοῦ Μασούt. 15.6.9 Προπηδήσας δὲ τῆς φάλαγ γος Γαζής τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνος, παίει τοῦτον διὰ τοῦ δόρατος. Ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρ πάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς· «Οὐκ ᾔδειν ἔγωγε ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ' ἡ μῶν». Καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ Πουχέα, ὃς τῷ μέρει τοῦ Μασοὺτ πάλαι προσκείμε νος τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὑποτιθέμενος. Τῇ δ' ἀληθείᾳ πάγας αὐτῷ καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ' εἰς τὸ Τυράγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλί ναντα. Πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακεί μενον. Πείθεται τοῖς τοῦ Πουχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων Ῥωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασι λέως εὐμένειαν. Καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μασοὺτ περιζώσαντες γυρόθεν τὰ τείχη πρὸς πολιορκίαν ἀπένευον. Ὁ δὲ προκύψας ἄνωθεν μεγάλως ἠπειλεῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις ῥωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καί, εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. Ἀνθίσ ταντο δὲ καὶ οἱ ἐντὸς Ῥωμαῖοι τοῖς Τούρκοις γενναίως. 15.6.10 Ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήγνυσι καὶ τὸν κρυπτόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς ἐξαγαγὼν κάτεισι τῶν τειχῶν, τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοὺς ἐποίκους ἐφ' ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμενος δὲ μᾶλλον αὐτοῖς καὶ ξυμβουλεύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς Τούρκοις, εἰ μὴ βούλοιντο βαρβαρικῆς χειρὸς παρανάλωμα γενέσθαι, πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν. Οἱ δὲ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς εἰσόδου τοῖς Τούρκοις. Καὶ συλλαβόντες τὸν Σαϊσὰν σουλτάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. Καὶ ἦν ἰδεῖν τηνικαῦτα τὸ δοχεῖον φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. Αὐγὴν δέ τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκόνιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δὲ τῇ αὐτοῦ ὁμευνέτιδι. Καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. Ὁ δὲ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ (σατράπης δὲ οὗτος τῶν ἐπιφανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. Τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραι νέσεσιν. Ὁ δὲ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.

15.7.1 Ἀλλὰ παράταξιν καὶ φάλαγγάς τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρ χας, νομίζοι ἂν ἐκείνων ἀκούειν ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμνηται. Ἀλλ' αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο, καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὔθ' ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. Ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνη σιν τοῦ συντάγματος ἐπεποίητο. Εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. Τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλουχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κινεῖσθαι ὥσπερ ζῷον μέγιστον ἓν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. Ἐπὰν δὲ τὸ Φιλομήλιον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τούς τε δορυ αλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα τε ἐπορεύετο καὶ οἷον σχο λαίαν τε καὶ μυρμηκίζουσαν τὴν κίνησιν ἐπεποίητο. 15.7.2 Ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γυνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. Ὅταν δὲ τεκοῦσαν μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προ κλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. Εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνους καὶ τῶν ἁγιασμάτων μεταδώσοντες τῷ θνήσκοντι. Καὶ οὕτω τῶν ἐπὶ τοῖς τελευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ μέχρις ἂν ὁ θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδὲ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. Ὁπηνίκα δὲ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἢ γήρᾳ κεκμηκότες ἦσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. Καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργάνων παρόντων οὐδὲ αὐλῶν οὐδὲ τυμπάνων οὐδὲ τὸ παράπαν μουσικῆς τινος ἐνοχλούσης. Τοιούτοις οὖν ἑαυτὸν ἐφοδιάζων, ἐπὰν τὸ Δαμάλιον κατέλαβεν (ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδὲ βασιλικὴν ἐπιδείξασθαι τὴν πομπὴν οὐδὲ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπεραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. Ἀλλ' εὐθὺς εἰς μονῆρες εἰσελθὼν περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. 15.7.3 Τῇ δὲ μετ' αὐτὴν ὅλος ἐγεγόνει τῆς τῶν δορυαλώτων καὶ ξένων θεραπείας. Τῶν μὲν οὖν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας, ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ' ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καὶ τὰ ἱερὰ ἐκπαιδεύοντας γράμματα. Τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαι δεύεσθαι παιδείαν. 15.7.4 Ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρό πολιν μέρεσιν, ἔνθα καὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ' ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου, ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. Αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ' ἀ κροτάτῳ τῆσδε τῆς πόλεως ἕστηκεν οἷον ἀκρόπολις. Ἡ δὲ νέα πόλις ἑκατέρωθεν γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος. Κύκλῳ δὲ ταύτης ἑστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. Ἔστι γὰρ ἰδεῖν τούτους κατ' ἄνδρα ἕκαστον ἐπερχόμενον, ὅπου μὲν τυφλούς, ὅπου δὲ καὶ χωλούς, ὅπου δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. Τὴν στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. 15.7.5 Ὁ δὲ κύκλος διπλοῦς τε καὶ δίδυμος. Οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν, οἱ δὲ κάτω καὶ πρόσγειοι παρασύ ρονται. Τὸ δὲ τοῦ κύκλου μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνε τέλεσε. Τοιαύτη μὲν ἡ πόλις, τοιοῦτοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. Οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼβ ἕκαστος ἢ ἑκάστη τὴν μὲν δημιουργηθεῖσαν αὐτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δὲ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. Καὶ γὰρ τὸ παρα δοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. Ὅπου γὰρ δήποτε γῆς κτῆμα ἦν ἐν καλῷ κείμενον, ταὐτὸν δὲ εἴπερ ἦν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ' ὧν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δὲ ἐσθίοντες ὑπὲρ ἀριθμόν. Καὶ τάχα τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτορος ἔργον. Ἀλλ' ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλανθρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς. Τὸ δ' ἄλλο, ἐκεῖσε μὲν θαῦμα, ὧδε δὲ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελφοῖς πορίζουσα. 15.7.6 Εἶδον ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεάνιδος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀνθρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺς ἑαυτοῦ ἀλλὰ τοὺς ἀλλοτρίους καὶ ἄχειρα ὑπ' ἀνδρῶν ἑτέρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ' ἀλλοτρίων μητέρων καὶ παραλύτους ὑπ' ἄλλων ἀνθρώπων δουλευομένους εὐρώστων. Καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος τῶν τρεφομένων, τῶν μὲν εἰς δου λευομένους ἀριθμουμένων, τῶν δὲ εἰς δουλεύοντας. Τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν· «Ἔγειρε καὶ περιπάτει», οὐδὲ τῷ τυφλῷ κελεῦσαι τὸ βλέπειν οὐδὲ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. Ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι' ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. Ἃ δὲ προσῆν, ἐκεῖνα ποιεῖ, ὑπηρέτας ἑκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἴ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω, τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. 15.7.7 Ἀλλὰ τίς ἐξαριθμῆσαι δυνήσαιτο τοὺς καθ' ἡμέραν ἐσθίοντας ἢ τὴν καθ' ἑκάστην δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν; Εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ' ἐκεῖνον. Ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος δὲ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. Προκάθηται γὰρ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυτησὶ πόλεως· ὀρφανοτροφεῖον δὲ ταύτῃ τοὔνομα. Ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτο κράτορος· ὅθεν καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας. Σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτή ματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφο μένοις τὸ ἀναφαίρετον. 15.7.8 Τῷ δὲ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καὶ πολὺς καὶ φώτων δαψίλεια. Καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἑκατέρωθεν ἀντᾴδοντας. Κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεῷ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. Ἐπιμελὲς γὰρ καὶ τὸ τῶν διακονισσῶν πεποίηκεν ἔργον. Πολλὴν δὲ φροντίδα καὶ τῶν ἐπιξενουμένων Ἰβηρίδων μοναχῶν ἐπεποίητο θύραν ἐκ θύρας ἀμειβουσῶν τὸ πρότε ρον, ἐπὰν εἰς τὴν Κωνσταντίνου ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστή ριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. Ὁ μὲν οὖν Ἀλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ' Αἴγυπτον Ἀλεξανδρείᾳ, ἐπὶ τῇ κατὰ Μήδους Βουκεφάλῃ, ἐπὶ τῇ κατ' Αἰθιοπίαν Λυσιμαχίᾳ. Ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος <οὐκ ἂν> οὑτωσὶ ἐπὶταῖς ἀνεγερθείσαις παρ' αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείσας αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαυχεῖ. 15.7.9 Ἀλλὰ ταῦτα μὲν τὰ τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαντήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἑστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοη μένοι γραμματικάς, οἱ δὲ ξυγγραφεῖς τῶν λεγομένων σχε δῶν. Καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμε νον καὶ Σκύθην ἑλληνίζοντα καὶ Ῥωμαῖον τὰ τῶν Ἑλλήνων συγγράμματα μεταχειριζόμενον καὶ τὸν ἀγράμματον Ἕλληνα ὀρθῶς ἑλληνίζοντα, τοιαῦτα καὶ περὶ τὴν λογικὴν παί δευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. Τοῦ δὲ σχέδους ἡ τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ' ἡμῶν γενεᾶς. Παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγι βάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καὶ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ καταλόγου τῆς μεγάλης παρ' ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ ὀνόματα. Ἀλλὰ νῦν οὐδ' ἐν δευτέρῳ λόγῳ τὰ περὶ τού των τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δὲ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. Ταῦτα δὲ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. Τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέ τριφα, κἂν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψά μην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγ γραφέας ᾖξα καὶ τῆς γλώττης τοὺς ὄχθους ἐκεῖθεν ἐξωμα λισάμην, εἶτα ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς [τοῦ] πολυπλόκου τῆς σχεδογραφίας πλοκῆς. Ἀλλὰ ταῦτα μέντοι προσιστορείσθω, εἰ καὶ μὴ ἐκ τοῦ παρέργου, ἀλλὰ διὰ τὸ τοῦ λόγου ἀκόλουθον. 15.8.1 Μετὰ δὲ ταῦτα τοῦ ἔτους .... διιππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν, καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. Δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυ λότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἄν τις εἴποι, δυσσέβεια, ἣν καὶ Παυλικιανῶν αἵρεσιν εἴπο μεν, καὶ Μασσαλιανῶν βδελυρία. Τοιοῦτον δέ ἐστι τὸ τῶν Βογομίλων δόγμα, ἐκ Μασσαλιανῶν καὶ Μανιχαίων συγκεί μενον. Καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ· δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν ὑποκρίνασθαι. Καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. Καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφὼς βαδίζει καὶ ὑποψιθυρί ζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. 15.8.2 Καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον, ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ χειᾷ, ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξεκαλέσατο καὶ ἐξήνεγκεν. Ἀπάρτι γὰρ τὸ πολὺ τῆς τῶν ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνευματικώτερον ἑαυτὸν ἐπέτεινεν. Ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. 15.8.3 Ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος δὲ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. Καί τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δὲ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. Ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. Τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέ θετο. Καὶ δῆτα ἀναφαίνεται τοῦ Σαταναὴλ ἀρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκὼς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἡλικίαν [πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν] 15.8.4 Καὶ αὐτίκα ὁ αὐτο κράτωρ, τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθανάγκαις, μετακαλεῖται τὸν ἄνδρα μεθ' ὁσίου προσχήματος. Καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ, καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς, καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδα ποῖς δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν, καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αὐτῷ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ παρ' αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αὐτῷ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. «Καὶ ἐγὼ μέν, φησιν, ὦ πάτερ τιμιώτατε», (περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) «ἄγαμαί σε τῆς ἀρεὶ τῆς ἕνεκα· ἀξιῶ σε δὲ καταμαθεῖν τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα». Ὁ δὲ τὰ πρῶτα μὲν ἐσχηματίζετο, καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν, καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. Συμπαρῆν δ' ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. 15.8.5 Ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπήμεσε. Καὶ ὁ τρόπος ὁποῖος; Παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνῖτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ βδελυροῦ τούτου πάνθ', ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγο μένου καὶ ἀναφανδὸν λέγοντος· ὁ δὲ γραμματεὺς ἀπεγρά φετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. Καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δὲ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δὲ τὰ τῆς διδασ καλίας ὁ ὑπογραμματεύς. Πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπισυνεῖρεν ὁ θεοπληγὴς ἐκεῖνος ἀνήρ, καὶ οὐδενὸς ἐφεί σατο θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρεβλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναούς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε, καὶ τὸ τελούμενον παρ' ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιε ρέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. 15.8.6 Ἀλλὰ τί τὸ ἐντεῦθεν; Ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννυσι τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνή θροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. Προὐκάθητο δ' ἄρα τὸ τηνικαῦτα τοῦ τῆς βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρ χαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. Καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλη τος. Καὶ οὐδὲ ὁ τῆς ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ' αὐτίκα καὶ γυμνῇ τῇ κεφαλῇ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. Πεπιστεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν, ἀγγέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῆς πυρκαϊᾶς. Πολλῶν δὲ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αὐτοῦ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἦν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος· καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ ἠγκαλίζετο. Ἔμφρουρος δὲ γενόμενος καὶ πολλάκις πρὸς τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῦ βασιλέως παρα κλήσεις. 15.8.7 Ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. Πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα δριμύτερον, μετὰ τὴν τῆς ἀσεβείας ἐξαγόρευσιν, ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ που τῶν βασιλι κῶν οἰκημάτων ἄρτι πρώτως δι' αὐτὸν κατασκευασθέντα. Ἑσπέρα δ' ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπή στραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἑσπέραν ἐκείνων ἐπύρσευε. Τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ μέσας νύκτας, αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο, χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λίθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον ἀββᾶν. Μήνιμα δ' ἦν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων ὅτι δὴ τὰ πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης λαμπρὸν ἐπήγαγε. Καὶ ταῦτα μὲν Παρασκευιώ της <τις> καλούμενος ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώ δους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λύμης μεταδιδόναι, τὰ φρικωδέστατα ἐπώμνυτο [ἰδεῖν τε καὶ] ἀκοῦσαι μὲν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δὲ συνεχεῖς καὶ ἀλλεπαλλήλους τοὺς λίθους, μηδένα δὲ μηδα μοῦ τὸν βάλλοντα τούτους θεάσασθαι. Συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. Ὁ μέντοι Παρασκευιώτης, πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δὲ ὅτι οἱ μὲν λίθοι ἄνω θεν, οἷον εἰπεῖν, ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρχικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαί μονας τὸ ἔργον ἀνενεγκὼν οὐκ εἶχεν ὅ τι καὶ γένοιτο.

15.9.1 Τὰ μὲν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ καλὴ Σαπφώ, ὅτι συγγραφεὺς ἔγωγε γυνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. Βούλομαι μὲν γράφειν, ἵνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ' ἵνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαυτῆς, παρίημι ταῦτα. Παραπέμπω δὲ τοὺς βουλομένους τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλού μενον βιβλίον «Δογματικὴν πανοπλίαν» ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. Καὶ γὰρ μοναχόν τινα Ζυγα βηνὸν καλούμενον, γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμε νον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ' ἑ κάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπὰς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὑφηγήσατο. Ταύτην τὴν βίβλον «Δογ ματικὴν πανοπλίαν» ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. 15.9.2 Ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ Βασιλείου καθαίρεσιν ἀνατρεχέτω. Ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμμύστας τοῦ Βασιλείου μεταπεμψάμενος, καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητάς, ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης· καὶ ἦσαν ἄντικρυς μαθηταὶ Βασιλείου. Καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ εἰς οἰκίας μεγίστας καὶ πολλοῦ πλήθους ἥψατο τὸ δεινόν. Καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. Ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ' ἀπαρνου μένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθ ισταμένων καὶ τὴν βογομιλικὴν διαπτυόντων αἵρεσιν, ἐπεὶ ἑτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοῖς Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι' οὗ οἱ ὄντως Χριστιανοὶ ἀπο φανθήσονται. 15.9.3 Ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ' αὐ τὴν καθῆστο θρόνου. Πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λογάδες. Πάντων δὲ τῶν τὴν βογομιλικὴν ἐγκαλουμένων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων, ὁ αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. Ὡς δὲ οἱ μὲν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφῶν ἰσχυρῶς ἀντεποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ' ἄλ λων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη· «Χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἵν' ὁποῖοι τῇ τῶν Χρισ τιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχω ρήσωσιν, οἱ δὲ τῆς βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. Βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώ κεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις. Ἄπιτε γοῦν καὶ ὑμεῖς [καὶ ἡμεῖς], ὅπη βουλητόν, ἕκαστος χωρείτω». 15.9.4 Ταῦτα μὲν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. Εὐθὺς οὖν παραλαβόντες τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστή κει πολὺ συρρεόντων ἑκασταχοῦ. Κάμινοι δὲ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν. Τὸ πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ σταυρὸς ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ποτ' ἂν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. Εἶτα τὸ ἄφυκτον ὁρῶντες τοῦ πράγμα τος, ὁπόσοι μὲν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῆς μυσαρᾶς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέ ραν ἀπένευσαν. 15.9.5 Καὶ ἀπάρτι τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μὲν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀγνοοῦντες τὸ οἰκονο μούμενον. Ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος. Καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δὲ πάλιν εἱρκταῖς εἶχε [διαιρήσας] τοὺς ἀποστόλους τοῦ ἀσεβοῦς Βασιλείου διακρίνας τῶν ἄλλων. Εἶτα καθ' ἑκάστην πεμπόμενος τοὺς μὲν δι' ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρᾶς ἀποσχέσθαι θρησκείας, πρὸς δὲ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ' ἑκάσ την παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς βογομιλικῆς αἱρέ σεως. Καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δὲ τῇ σφῶν ἐπαπέθανον αἱρέσει ἐν εἱρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.

15.10.1 Τὸν μέντοι Βασίλειον, ὡς ὄντως αἱρεσιάρχην καὶ ἀμεταμέλητον παντάπασιν, ἅπαντες τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων λογάδες καὶ αὐτὸς δὴ ὁ τότε πατριάρ χης Νικόλαος πυρὸς ἄξιον ἔκριναν. Οἷς καὶ ὁ αὐτοκρά τωρ σύμψηφος ἦν πολλὰ πολλάκις προσομιλήσας αὐτῷ καὶ ἄνδρα σκαιὸν διαγνοὺς καὶ τῆς αἱρέσεως μὴ ἀφιστάμενον, ἔνθεν τοι καὶ πυρκαϊὰν μεγίστην κατὰ τὸν ἱππόδρομον ἀνάψας. Βόθρος τε ὠρώρυκτο μέγιστος καὶ ξύλων πλῆθος, πάντα δένδρα ὑψίκομα καὶ συντεθέντα, ὄρος ἐδείκνυ τὴν σύνθεσιν. Εἶτα τῆς πυρᾶς ἀναφθείσης, ἠρέμα μὲν τὸ πλῆθος πολὺ κατά τε τὸ ἐπίπεδον τοῦ ἱππικοῦ καὶ κατὰ τοὺς βαθμοὺς συνέρρει καραδοκοῦντες πάντες τὸ γενησό μενον. Ἐκ θατέρου σταυρὸς ἐπήγνυτο καὶ αἵρεσις ἐδίδοτο τῷ ἀσεβεῖ, εἴ που τὸ πῦρ πτοηθεὶς καὶ μεταβαλὼν τὴν γνώμην ἐπὶ τὸν σταυρὸν χωρήσειε, <ἵνα> τῆς καμίνου τηνι καῦτα ἐλεύθερος γένηται. 15.10.2 Παρῆν δὲ καὶ τὸ τῶν αἱρε τικῶν πλῆθος ὁρῶν τὸν κορυφαῖον Βασίλειον. Ὁ δὲ πρὸς ἅπασαν τιμωρίαν καὶ ἀπειλὴν καταφρονητικὸς κατεφαίνετο καὶ πορρωτέρω μὲν ὢν τῆς πυρκαϊᾶς κατεγέλα καὶ ἐτερα τεύετο, λέγων ἁρπάσειν αὐτὸν ἐκ μέσου πυρὸς ἀγγέλους τινὰς καὶ ὑπέψαλλε τὸ Δαυιτικὸν ἐκεῖνο τὸ «Πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις». Ἀλλ' ἐπειδὰν τὸ πλῆθος διαναστὰν ἐδίδου μετὰ παρρησίας αὐτῷ κατιδεῖν τὸ φρικῶδες ἐκεῖνο θέαμα τῆς πυρκαϊᾶς (καὶ γὰρ ἐκ πολλοῦ διαστήματος ᾐσθάνετο τοῦ πυρὸς καὶ ἐπαιρομένην τὴν φλόγα ἑώρα καὶ βροντῶσαν οἷον καὶ ἀποσπάδας ἀφιεῖσαν πυρὸς εἰς ὕψος μετεωριζομένας τῆς μέσον τοῦ ἱππικοῦ ἱσταμένης πυραμίδος λιθίνης), ἐνταῦθα ὁ θρασὺς ἐκεῖνος ἀποδειλιᾶν πρὸς τὸ πῦρ καὶ θορυβεῖσθαι ἐδόκει. Ἔστρεφε γὰρ τὰς ὄψεις πολλάκις καὶ ἐκρότει τὰς χεῖρας καὶ ἐπάτασσε τὸν μηρὸν οἷον τοῖς ὅλοις ἐξαπορού μενος. 15.10.3 Ὅμως καὶ οὕτως ἔχων καὶ ἀπὸ μόνης τῆς θέας ὡς ἀδαμάντινος ἦν. Οὔτε γὰρ τὸ πῦρ κατεμάλαξε τὴν σιδηρᾶν αὐτοῦ ψυχὴν οὔτε αἱ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διαπόμπιμοι διαμηνύσεις κατέθελξαν, ἀλλ' εἴτε ἀπόνοια μεγίστη τοῦτον κατείληφε διὰ τὴν παρεστῶσαν ἀνάγκην καὶ συμφορὰν καὶ ἀπόρως οὕτως εἶχε τῆς γνώμης καὶ διάκρισιν οὐδοπωσοῦν ἐλάμβανε τοῦ συμφέροντος, εἴτε καὶ ὁ κατασχὼν τὴν ψυχὴν αὐτοῦ διάβολος, ὅπερ καὶ μᾶλ λον δοκεῖ, σκότος αὐτοῦ βαθύτατον κατεσκέδασεν, εἱστήκει πρὸς πᾶσαν ἀπειλὴν καὶ πρὸς πάντα φόβον ἀμηχανῶν ὁ κατάπτυστος ἐκεῖνος Βασίλειος, καὶ νῦν μὲν πρὸς τὴν πυρκαϊὰν ἐκεχήνει, νῦν δὲ πρὸς τοὺς παρεστῶτας. Καὶ πᾶσιν ὡς ἀληθῶς κατεφαίνετο μεμηνὼς καὶ μήτε πρὸς τὴν πυρκαϊὰν ἐφορμῶν μητ' ὀπισθόπους ὅλως γινόμενος, ἀλλ' ἐπεπήγει καὶ ἀκίνητος ἦν, ἐφ' οὗ που καὶ τὰ πρῶτα κατελάβετο. Πολλῶν δὲ λόγων ῥεόντων καὶ τῶν τερατολο γιῶν αὐτοῦ διὰ πάσης γλώττης φερομένων, δείσαντες οἱ δήμιοι μή πως ἄρα οἱ ἀμφὶ τὸν Βασίλειον δαίμονες ἄτο πόν τι τερατουργήσειαν, παραχωροῦντος Θεοῦ, καὶ ἀλώβη τος ἐκ μέσου τοῦ τοσούτου πυρὸς ὀφθείη ὁ κάκιστος πρός τινα τόπον δημοσιώτατον ἀφιγμένος καὶ γένηται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης, δοκιμασίαν τινὰ ἔδοξαν ποιή σασθαι. 15.10.4 Τερατευομένου γὰρ ἐκείνου καὶ αὐχοῦντος ὡς ἐκ μέσου τοῦ πυρὸς ἀλώβητος ὀφθήσεται, ἀναλαβόμενοι τὸν μανδύαν αὐτοῦ ἔφασαν ὡς· «Ἴδωμεν εἰ μὴ τῶν σῶν ἀμφίων ἅψεται τὸ πῦρ». Καὶ παραχρῆμα εἰς μέσον ἔρριψαν τῆς καμίνου. Ὁ μὲν οὖν Βασίλειος ἐπὶ τοσοῦτον ἐγάννυτο ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν δαίμονος λέγων ὡς· «Ὁρᾶτε τὸν μανδύαν εἰς ἀέρα ἀνιπτάμενον»; Οἱ δέ, ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα κατανοήσαντες, ἄραντες ὦσαν αὐτὸν αὐτοῖς ἱματίοις καὶ ὑποδήμασιν εἰς τὸ μέσον τῆς καμίνου. Καὶ τοσοῦτον, ὥσπερ κατ' αὐτοῦ θυμουμένη, ἡ φλὸξ διεβοσκήθη τὸν ἀσεβῆ ὥστε μηδὲ κνίσσαν τινὰ γενέσθαι μηδὲ καπνοῦ τινος καινοτομίαν ἑτέραν, ἀλλ' ἢ μόνον λεπτήν τινα γραμμὴν καπνώδη φανῆναι κατὰ τὸ μέσον τῆς φλογός. Καὶ γὰρ καὶ τὰ στοιχεῖα κατὰ τῶν ἀσεβῶν ἐπαίρεται· φείδεται δέ, ὥς γε τἀληθὲς εἰπεῖν, τῶν θεοφιλῶν, ὥσπερ ποτὲ ὑπεχώρει καὶ ὑπείκαθε τοῖς θεοφιλέσιν ἐκείνοις νεανίαις ἐν Βαβυλῶνι καὶ περιέστεφεν αὐτοὺς τὸ πῦρ καθάπερ τις χρυσοειδὴς θάλαμος. Ἐνταῦθα δὲ τὸν ἀλάστορα τοῦτον Βασίλειον οὔπω ἀκριβῶς οἱ τοῦτον μετεωρίσαντες εἶχον, καὶ ἡ φλὸξ ἐδόκει προεκτρέχειν ἐφ' ᾧ τὸν δυσσεβῆ ἐξαρπάσαι. Τὸν δ' ὑπόλοιπον ἀριθμόν, ὅσοι τῆς ἀπωλείας ἦσαν τοῦ Βασιλείου, σφαδάζοντος τοῦ παρεστηκότος λαοῦ καὶ βιαζομένου ἐπιρρίψειν καὶ αὐτοὺς τῷ πυρί, ὁ αὐτοκράτωρ οὐ συνεχώρησεν ἐγκλεισθῆναι κελεύσας ἐν ταῖς τῶν μεγίστων ἀνακτόρων στοαῖς καὶ τοῖς περιδρόμοις· καὶ τούτου γεγονότος διελύθη τὸ θέατρον. Καὶ μετὰ ταῦτα διαδέχεται τοὺς ἀθέους τις ἄλλη ἀσφαλεστάτη φρουρά, εἰς ἣν ἐμβληθέντες καὶ πολύν τινα χρόνον διατετριφότες τῇ ἀσεβείᾳ αὐτῶν ἐναπέθανον. 15.10.5 Τοῦτο μὲν οὖν ὕστατον ἔργον καὶ ἆθλον τῶν μακρῶν ἐκείνων πόνων καὶ κατορθωμάτων τοῦ αὐτοκράτορος, καὶ καινο πραγία τις καὶ τόλμη παράδοξος. Καὶ οἶμαι ὁ τότε παρὼν ἢ καὶ συνὼν ἐκείνῳ θαυμάζει μέχρι τοῦ νῦν καὶ οὐχ ὕπαρ τὰ τότε γεγενημένα θεάσασθαι δοκεῖ, ἀλλ' ὄνειρός τις αὐτῷ καὶ φαντασία φαίνεται. Καὶ γὰρ ἐξ ὅτου τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ Διογένους ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν, οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβίδος κατ' αὐτῶν ἐξορμήσαντος, οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεὶρ συνέσταλται, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι καὶ πόλεμοι καὶ σφαγαί. Ἠφανίζοντο μὲν πόλεις, ἐλῄζοντο δὲ χῶραι καὶ πᾶσα ἡ Ῥωμαίων γῆ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. Οἱ μὲν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δορυάλωτοι πρὸς τὰς πόλεις Περσίδος ἀπήγοντο. Καὶ τρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τὰ ἄλση καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν κρύπτεσθαι ἐπειγομένους. Ἐν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ' οἷς ἔπασχον πρὸς Περσίδα ἀπαγόμενοι, οἱ δ' ἔτι περιόντες, εἴ πού τινες τοῖς ῥωμαϊκοῖς ὁρίοις ἐναπέ μειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θυγατέρα ἐθρήνει· ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνήσκοντα καὶ οἷα γυναῖκες θερμὸν κατέσταζον δάκρυον. Καὶ οὐκ ἦν τότε οὐδεμία τις σχέσις ἄδακρυς οὐδ' ἀστένακτος. Βασιλεὺς δὲ πλὴν ὀλίγων, λέγω δὲ Τζιμισκῆν τε καὶ Βασίλειον τὸν βασιλέα, ἔκτοτε καὶ μέχρι τοὐμοῦ πατρὸς οὐδεὶς ἄκροις ποσὶ τῆς Ἀσιάτιδος ἐφάψασθαι τὸ παράπαν τετόλμηκεν.

15.11.1 Ἵνα τί δὲ περὶ τούτων; Αἰσθάνομαι γὰρ ἐμαυτῆς οἷον τῆς λεωφόρου ἐκτρεπομένης, διττόν μοι τὸν ἀγῶνα τοῦ λόγου τῆς προκειμένης ὑπαγορευούσης ὑποθέσεως ἱστορεῖν ἅμα καὶ τραγῳδεῖν τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι, ἱστορεῖν μὲν τοὺς ἀγῶνας, εἰς μονῳδίαν δὲ ἄγειν ὁπόσα τὴν καρδίαν διεμασσήσατο. Μεθ' ὧν τάττοιμι ἂν καὶ τὸν ἐκείνου θάνατον καὶ πάσης τῆς ἐπιγείου λήξεως ὄλεθρον. Ἀλλὰ γὰρ ἀναμέμνημαι καὶ λόγων τινῶν πατρικῶν τῆς μὲν ἱστορίας ἀπαγόντων, εἰς δὲ τοὺς θρήνους καὶ τὰς ὀλοφύρ σεις παρακαλούντων. Ἤκουον γὰρ καὶ τούτου πολλάκις, ἤκουον τὴν μητέρα καὶ βασιλίδα ἀνακόπτοντος ἐπιτάττου σαν τοῖς σοφοῖς διὰ τῆς ἱστορίας τοῖς ἐς ὕστερον παρα πέμψαι τοὺς ἐκείνου πόνους καὶ τὰ πολλὰ ἆθλα ἐκεῖνα καὶ τὰ σκάμματα, μονῳδεῖν δὲ ἐπ' αὐτῷ καὶ κλαίειν τὰ συμπε σόντα οἱ δεινά. 15.11.2 Οὔπω γὰρ ἔτος ἓν πρὸς τῷ ἡμίσει διελήλυθεν ἐξ οὗπερ τῆς ἐκστρατείας ἐπανελήλυθεν ὁ αὐτοκράτωρ, καὶ νόσος ἄλλη δεινή τις ἐπισκήψασα βρόχον ἐπήνεγκε τούτῳ θανάσιμον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὴν τοῦ παντὸς καταστροφὴν καὶ φθοράν. Ἀλλ' ἐπεὶ τὸ τῆς ὑποθέσεως ἐκβιάζει μέγεθος, φιλοπάτωρ τε ἅμα καὶ φιλο μήτωρ ἐξ αὐτῶν σπαργάνων γεγενημένη θεσμοὺς ἱστορίας ὑπερεκπίπτειν ἔρχομαι διηγησομένη, ὅπερ οὐ πάνυ τι βού λομαι, τὴν τοῦ αὐτοκράτορος τελευτήν. Ἱπποδρομίας γὰρ γενομένης, ἐξ αἰτίας ἀνέμου τηνικαῦτα πνεύσαντος σφο δροῦ, ἀναρροιβδῆσαν οἷον τὸ ῥεῦμα καὶ τῶν ἄκρων ὑποχω ρῆσαν θάτερον τῶν ὤμων κατειλήφει. Οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν οὐδὲ συνίεσαν ὅλως τὴν ἐπερχομένην ἡμῖν ἀπειλὴν ἐντεῦθεν. Ὁ δέ γε Καλλικλῆς Νικόλαος, οὑτωσὶ γὰρ προσηγορεύετο, μάντις ἦν ἡμῖν τῶν ἀπευκταίων κακῶν καὶ πτοεῖσθαι ἔλεγε, μὴ τῶν ἄκρων ὑποχωρῆσαν καὶ ἄλλην διαπορευόμενον ἀβοήθητον τὸν κίνδυνον τῷ κάμνοντι ἀπερ γάσοιτο· κἂν πιστεύειν οὐκ εἴχομεν, ὅτι μηδ' ἠβουλόμεθα. 15.11.3 Οὐδεὶς μὲν οὖν τηνικαῦτα πλὴν τοῦ Καλλικλέους διά τινων καθαρσίων κένωσιν προετεθύμητο. Οὐδὲ γὰρ εἴωθε τὸ σῶμα τοῦτο λαμβάνειν καθάρσιον, ἀλλὰ παντάπασιν ἀγύμναστος ἦν πρὸς τὰς φαρμακοποσίας. Ὧιπερ οἱ πλείους καὶ μᾶλλον ὁ Παντεχνὴς Μιχαὴλ συγχρώμενος παντελῶς ἀπεῖργε τὴν κάθαρσιν. Ὁ δέ γε Καλλικλῆς τοῦ μέλλοντος στοχασάμενος ἐπιφωνηματικῶς αὐτοῖς ἔλεγεν ὡς· «Νῦν μὲν τῶν ἄκρων ἡ ὕλη ἀφεμένη πρὸς τὸν ὦμον ἐνέσκηψε καὶ τὸν τράχηλον· εἰσαῦθις δὲ μὴ διὰ καθαρσίων κενωθεῖσα εἴς τι τῶν πρωτουργῶν μορίων ἢ καὶ αὐτὴν τὴν καρδίαν ἐπιρρεύσασα ἀνίατον τὴν βλάβην ἀπεργάσεται». Παρῆν γὰρ καὶ αὐτὴ ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσποίνης ἐφ' ᾧ τοῖς τῶν ἰατρῶν λόγοις διαιτῆσαι, καὶ ἤκουον τῶν λεγομένων καὶ τοῖς τοῦ Καλλικλῆ κἀγὼ συνετιθέμην λόγοις. Τῶν πλειόνων δ' ὅμως ἡ ψῆφος ἐκράτει. Ἀλλὰ τότε δὴ τότε τὸ μὲν ῥεῦμα τοῦ βασιλικοῦ σώματος τὰς συνήθεις ἐπικρατῆσαν ἡμέρας ἀπεμαραίνετο καὶ πρὸς ὑγείαν ὁ κάμνων ἐπανῄει. 15.11.4 Οὔπω μῆνες παρῆλθον ἓξ καὶ ὀλέθριον νόσημα, ἐκ τῆς πολλῆς τάχα ἀθυμίας τῶν καθ' ἑκάστην προσπιπτόντων αὐτῷ καὶ τῆς συνόδου τῶν κοινῶν φροντίδων ξυμβέβηκε. Καὶ ἤκουον αὐτοῦ θαμὰ πρὸς τὴν βασιλίδα διηγουμένου καὶ οἷον ἐπεγκαλοῦντος αὐτῇ τὸ νόσημα· «Τί ποτ' ἄρα τὸ συμβαῖνόν μοι περὶ τὴν ἀναπνοὴν πάθος; Βούλομαι γὰρ ἀναπνεῦσαι βαθὺ καὶ ἀθρόον καὶ οἷον κουφισθῆναι τῆς ἐγκειμένης ἀνίας ἐν τῇ καρδίᾳ· τοῦτο δὲ πολλάκις ἐπιχει ρῶν οὐδὲ ἅπαξ δύναμαι πολλοστημόριον ἀναπέμψαι τοῦ ἐπιθλίβοντος βάρους. Τὸ δ' ἐπίλοιπον καθάπερ τις λίθος ἐπίκειταί μου τῇ καρδίᾳ βαρύτατος, ἀνακοπῆς ἐν τῷ μεταξὺ γενομένης τοῦ στεναγμοῦ, καὶ τὴν αἰτίαν συνιδεῖν οὐκ ἂν ἔχοιμι οὐδ' ὁπόθεν τὸ τοιοῦτον πάθος ἐγγίνεταί μοι. Καὶ ἄλλο δέ τι προσαναγγέλλω, φιλτάτη ψυχή, κοι νωνὲ τῶν ἐμῶν παθῶν καὶ βουλευμάτων· χάσμα πολλάκις ἐπέρχεταί μοι, καὶ διακοπτόμενον ἐν τῷ μεταξὺ τὸ εἰσ πνεόμενον πνεῦμα μεγίστην μοι τὴν ἀνίαν ἐπάγει. Τί ποτε ἄλλο τὸ καταλαβόν με τοῦτο δεινόν, εἰ οἶδας, φράζε.» 15.11.5 Ἡ δέ γε βασιλὶς ταῦτα ἀκούουσα καὶ ἅπερ ἐκεῖνος πάσχει παρ' ἐκείνου μανθάνουσα ἐδόκει μὲν εἶναι αὐτῆς τὰ πάθη καὶ ὥσπερ ἀνακοπτομένη καὶ αὐτὴ <ὑπὸ> τοῦ ἄσθματος, οὕτω διέκειτο πρὸς τοὺς λόγους τοῦ αὐτοκράτορος. Συχνῶς δὲ τοὺς ἐπιστήμονας μεταπεμπομένη τῶν ἰατρῶν, τὸ τοῦ νοσήματος εἶδος πολυπραγμονεῖν ἠναγκάζετο καὶ τῶν αἰτίων τὰ προσεχῆ καὶ τὰ πόρρω ᾐτεῖτο μαθεῖν. Οἱ δὲ τὴν χεῖρα ταῖς ἀρτηρίαις ἐπιβάλλοντες ἔμφασιν παντοίου εἴδους ἀνωμαλίας κατὰ πᾶσαν τῆς ἀρτηρίας κίνησιν εὑρί σκειν ἀνωμολόγουν, τὸ δ' αἴτιον συνιδεῖν οὐκ εἶχον ὅπη. Μηδὲ τὴν τοῦ βασιλέως δίαιταν ἁπαλὴν ἠπίσταντο, ἀλλὰ πάνυ σωφρονεστάτην καὶ λιτὴν καὶ ὅλως γυμνικήν τε καὶ στρατιωτικὴν ἀπαγορεύσασθαι τὰ τῶν ἀπὸ τῆς περιττῆς διαίτης ὑλῶν, εἰς αἰτίαν ἄλλην τὰ τῆς στενοχωρίας ἀνέφε ρον, καὶ προκαταρκτικὸν αἴτιον ταυτησὶ τῆς νόσου οὐδὲν ἄλλο ἔλεγον ἢ τὴν τῶν φροντίδων πολλὴν συντονίαν καὶ τὸ συνεχὲς καὶ πυκνὸν τῶν θλίψεων, θερμαινομένης ἐκεῖθεν αὐτῷ τῆς καρδίας καὶ τὸ περιττὸν ἅπαν ἑλκούσης ἐξ ὅλου τοῦ σώματος. 15.11.6 Ἐντεῦθεν ἡ δεινὴ νόσος ἐπελθοῦσα τῷ αὐτοκράτορι ἀνακωχὴν ὅλως οὐκ ἐνεδίδου, ἀλλ' ὡς ἀγχόνη συνέπνιγε. Τοσοῦτον δὲ καθ' ἑκάστην ηὔξανε τὸ τῆς νόσου, ὡς μηκέτι ἐκ διαστημάτων, ἀλλὰ συνεχῶς καὶ ἀδιαστάτως ἐπέρχεσθαι, ὡς μηδὲ πρὸς θατέραν δύνασθαι κατακλιθῆναι τὸν αὐτοκράτορα πλευρὰν μηδὲ πρὸς ἰσχύος ἔχειν ἀβίαστον τὸ παράπαν εἰσπνεῦσαι τὸν ἀέρα. Ἅπας οὖν τηνικαῦτα μετεκαλεῖτο ἰατρὸς καὶ ἡ τοῦ αὐτοκράτορος νόσος ὑπόθεσις αὐτοῖς προὔκειτο. Ἐμερίζοντο δὲ ταῖς γνώμαις καὶ κατε τέμνοντο, καὶ ἄλλος ἄλλο τι διεγίνωσκε καὶ πρὸς τὴν διά γνωσιν ἐπειρᾶτο προσάγειν τὴν θεραπείαν. Ὅπως δ' ἂν εἶχεν ἢ οὕτως ἢ οὕτως, δύσκολον εἶχε τὰ κατὰ τὸν αὐτο κράτορα· οὐδὲ γὰρ ἂν ἀκαρῆ χρόνον ἐλεύθερον εἰσπνεῦσαι δεδύνητο. Ὄρθιος γὰρ ἠναγκάζετο διόλου ἀνακαθήμενος ἀναπνεῖν· εἰ δέ που καὶ ὕπτιος κέοιτο ἢ κατὰ θατέραν πλευράν, φεῦ τότε τοῦ βρόχου. Οὐδὲ γὰρ ἐνῆν συρμάδα μικρὰν τοῦ ἔξωθεν ἀέρος εἰσρυῆναί τε καὶ ἀπορρυῆναι κατά γε τὴν ἀναπνοήν τε καὶ εἰσπνοήν. Ἀλλὰ καὶ ὁπηνίκα ἐλεήσας τις τοῦτον ὕπνος ἐπέλθῃ, καὶ τότε τῆς πνιγμονῆς ἐπεδίδου· ὥστε κατὰ πάντα καιρὸν καὶ ἐγρηγορότος αὐτοῦ καὶ ὑπνώττοντος ἡ συμφορὰ τῆς ἀγχόνης ἐπετίθετο. 15.11.7 Ἐπεὶ δὲ καθάρσιον οὐκ ἐδίδοτο, πρὸς φλεβοτομίαν ἀπέ βλεψαν καὶ τὴν μὲν διὰ τοῦ ἀγκῶνος ἀπέταμον· οὐ μὴν τῆς φλεβοτομίας ἀπώνατο, ἀλλ' ὡσαύτως καὶ πάλιν εἶχε καὶ δύσπνους ἦν ὅλος καὶ ἐκινδύνευε διόλου στενὸν ἀνα πνέων ταῖς χερσὶν ἡμῶν ἐναπερυγεῖν τὴν ψυχήν. Ἀλλ' ἐ ράϊσε μὲν τὰ τῆς διαθέσεως τῆς διὰ τῶν πεπέρεων ἀντι δότου δοθείσης. Καὶ ἡμεῖς ὑφ' ἡδονῆς οὐκ εἴχομεν ὅ τι καὶ χρησαίμεθα τῆς εὐφροσύνης, ἀλλὰ καὶ χαριστήριον ἀναπέμπομεν τῷ Θεῷ. Πάντα δὲ ἦσαν ἄρα πλάνη· εἰς τρίτην γὰρ ἡμέραν ἢ καὶ τετάρτην εὐθὺς πάλιν αἱ αὐταὶ ἀγχόναι κατὰ τοῦ βασιλέως καὶ στενοχωρίαι τοῦ πνεύμο νος. Ἐλπίζω δ', εἰ μὴ χείρω ἐξ ἐκείνου τοῦ πόματος γέγο νεν ἀναχέαντος τὰς ὕλας καὶ κρατῆσαι μὴ δυναμένου, ἀλλ' εἰς τὰς κοιλότητας τῶν ἀρτηριῶν ἐνθεμένου καὶ ἐπιτείναν τος τὴν διάθεσιν. 15.11.8 Ἐντεῦθεν οὐδὲ σχῆμα κατακλίσεως εὐπετῶς ἦν ἐφευρεῖν παντάπασιν αὐτῷ, τῆς νόσου ἐπακ μαζούσης. Ἀλλὰ γὰρ διανυκτερεύων ἦν ὁ βασιλεὺς ἐξ ἑσπέρας εἰς ὄρθρον ἄυπνος, μήτε τροφῆς ἐλευθέρας μετα λαμβάνων μήτ' ἄλλου τινὸς τῶν εἰς σωτηρίαν ἀποβλεπόν των. Πολλάκις γοῦν ἐγώ, μᾶλλον συνεχῶς καὶ τὴν μητέρα τεθέαμαι διανυκτερεύουσάν τε τῷ βασιλεῖ καὶ κατόπιν τού του ἐπὶ τῆς κλίνης καὶ ὑπανέχουσαν τοῦτον ταῖς χερσὶ καὶ παραμυθουμένην τρόπον τινὰ τὴν ἀναπνοήν. Ἐχεῖτο μέντοι αὐτῆς τῶν ὀμμάτων τὸ δάκρυον καὶ ὑπὲρ τὰ Νειλῷα ῥεύματα. Ὁπόσην τε τὴν περὶ αὐτὸν δι' ὅλης ἡμέρας τε καὶ νυκτὸς σπουδὴν ἐπεποίητο, καὶ τὸν μόχθον ὅσον ἐνε δείκνυτο διαπονουμένη περὶ τὴν αὐτοῦ θεραπείαν καὶ κλίσεις καὶ μετακλίσεις <καὶ> στρωμάτων παντοίας μηχανωμένη θέσεις, οὐκ ἔστιν ἐρεῖν. Ἀλλ' οὐκ ἦν οὐδενὶ τὸ παράπαν ῥᾳστώνης μετασχεῖν· παρείπετο γὰρ οἷον ἀγχόνη τῷ αὐτοκράτορι, μᾶλλον καὶ συνείπετο καὶ οὐκ ἀνίει συμπνίγουσα. 15.11.9 Μηδεμίαν δὲ τῆς νόσου ἐχούσης τὴν ἴασιν ἐν τοῖς πρὸς νότον ἀνακτόροις ἀπῆλθεν ὁ βασιλεύς. Στενοχωρούμενος δὲ μίαν τινὰ παραψυχὴν τὴν ἐκ τῆς κινήσεως εὕρισκε, καὶ ταύτην διηνεκῆ ἡ βασιλὶς ἐμηχανήσατο γίνεσθαι· τοῦ βασιλικοῦ σκίμποδος κατά τε τῶν πρὸς κεφαλὴν καὶ πόδας μερῶν τούτου ξύλ' ἄττα προσεπιζεύξασα ἀνδράσιν ἐδίδου τοῦτο φέρειν μετέωρον διαδεχομένοις ἀλλήλους τὸν περὶ τοῦ αὐτοκράτορος πόνον. Ἐντεῦθεν ἀπὸ τοῦ μεγάλου παλατίου καταλαμβάνει τὰ Μάγγανα. Ἀλλὰ καὶ τούτων γενομένων οὐδὲν πλέον τῷ βασιλεῖ πρὸς σωτηρίαν ἐπραγμα τεύθη. Εἰς τοὐπίσω δὲ τὰ τῆς νόσου χωροῦντα ἡ βασιλὶς ὁρῶσα καὶ τῆς ἐξ ἀνθρώπων βοηθείας παντάπασιν ἀπελπίσασα θερμότερον τὰς ὑπὲρ αὐτοῦ αἰτήσεις πρὸς Θεὸν ἐποιεῖτο, πρὸς πᾶν τέμενος δαψιλεῖς τὰς φωταυγὰς ποιουμένη καὶ τοὺς ὕμνους συνεχεῖς καὶ ἀκαταπαύστους, διαδόσεις δὲ τοῖς ἁπανταχοῦ γῆς καὶ θαλάσσης οἰκοῦσιν εἰργάζετο, ἅπαντας μὲν μοναχοὺς ἐν ὄρεσι καὶ σπηλαίοις οἰκοῦντας ἢ καὶ ἄλλως τὸν μοναχικὸν ἐπιόντας βίον εἰς ἐκτενεῖς δεήσεις ἐπεγείρουσα, ἅπαντας δὲ νοσοῦντας ἢ καὶ ἐν εἱρκταῖς κατεχομένους καὶ τετρυχωμένους πλουσιωτάτους ἐργαζομένους ταῖς δόσεσιν ὁμοῦ πρὸς τὰς ὑπὲρ τοῦ αὐτοκράτορος εὐχὰς προσεκαλεῖτο. 15.11.10 Ἐπεὶ δὲ τὸ τοῦ αὐτοκράτορος σπλάγχνον ἐξῳδήκει τε καὶ εἰς ὄγκον ἐπιφανῆ προελήλυθεν οἵ τε πόδες ἐξῳδήκεσαν καὶ πυρετὸς τὸ βασιλικὸν σῶμα κατεῖχεν, εἰς καυτῆρας ἐντεῦθέν τινες τῶν ἰατρῶν ἀπεῖδον μικρὰ πεφροντικότες τοῦ πυρετοῦ. Ἀλλ' ἦν ἅπασα θεραπεία ἀνωφελὴς καὶ κενή· οὐδὲ γὰρ ὁ καυτὴρ ὤνησεν, ἀλλ' ἐν αὐτοῖς καὶ τὸ σπλάγχνον ἦν καὶ τὰ ἀναπνευστικὰ δυσκόλως ἔχοντα. Ὥσπερ δὲ ἐξ ἄλλης πηγῆς ῥεύματος εἰς τὸν γαργαρεῶνα ἐπενεχθέντος καὶ ὧν οἱ Ἀσκληπιάδαι φασὶν οὐρανῶν ἐπιλαβομένου, καὶ τῶν οὔλων αὐτῶν φλεγμηνάντων καὶ τῆς φάρυγγος ἀπαρ θείσης καὶ τῆς γλώττης ἐξογκωθείσης, ἐντεῦθεν οἱ πόροι τε ἀπεστενώθησαν πρὸς τὰ ἑαυτῶν πέρατα συνελθόντες, δι' ὧν τὰ τῆς τροφῆς ἔμελλε διελθεῖν, καὶ τὸ τῆς ἀτροφίας δεινὸν παντελῶς ἀσιτία ἡμῖν ἐπεκρέματο. Κἂν ἐγώ, Θεὸς ἴστω, πολλὴν ἐποιούμην τὴν περὶ τῆς τροφῆς πραγ ματείαν καὶ τὰ σιτία καθ' ἑκάστην διὰ τῶν ἐμῶνἔφερον τούτῳ χειρῶν, ῥοφηματώδεις τὰς τροφὰς ποιεῖν ἀναγκάζουσα. 15.11.11 Ἅπαντα γοῦν προς φερόμενα ἐπὶ τῇ τῆς φλεγμονῆς θεραπείᾳ ..... ἐφαίνετο, καὶ τὰ τῆς σπουδῆς ἅπαντα κενόσπουδα καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν ἰατρῶν ἐδείκνυτο. Δέκα δὲ καὶ μιᾶς ἡμέρας τοῦ περὶ τὰ τελευταῖα ἐπιγεγονότος τούτῳ νοσήματος ἐπακμάζοντος καὶ ἐπαπειλοῦντος τὸν κίνδυνον .... ρας διαθέσεως ἐπιγενομένης διάρροια ἐφάνη. Οὕτως ἄλλο ἐπ' ἄλλῳ κακὸν καθ' ἡμῶν τὸ τηνικάδε ἐπεκυλίετο. Οὐκ ἦν πρὸς ὁπότερον σκοπεῖν οὔτε τοὺς Ἀσκληπιάδας οὔθ' ἡμᾶς τοὺς περὶ τὸν αὐτοκράτορα διαπονουμένους οὔτε .....ναντα, ἀλλὰ πάντα ἑώρα πρὸς ὄλεθρον. 15.11.12 Καὶ τοῦ λοιποῦ τὰ καθ' ἡμᾶς ἐν σάλῳ καὶ κλύδωνι ἦν, ἐταράττετο τὰ καθεστηκότα, καὶ φόβος καὶ κίνδυ νος ἐπὶ κεφαλῆς συνεστήκεσαν. Εἶχε μὲν τὸ ἀνδρεῖον ἀεὶ κἀν τοῖς ἔμπροσθεν κινδύνοις ἡ Αὔγουστα, μάλιστα δὲ τὸ τηνικάδε ἠνδρίσατο καὶ τῷ πάθει τῆς λύπης ἐμβρι μησαμένη εἱστήκει καθάπερ τις ὀλυμπιονίκης πρὸς τὰς δριμυτάτας ἐκείνας ὀδύνας ἀντιπαλαίουσα. Κατετιτρώσκετο μὲν γὰρ τὴν ψυχὴν καὶ ἐταράττετο τὴν καρδίαν ὁρῶσα τὸν αὐτοκράτορα οὕτως ἔχοντα, ἀλλὰ ξυνέτεινεν ἑαυτὴν καὶ ἐνεκαρτέρει πρὸς τὰ δεινά· καὶ ἐδέχετο μὲν τὰς τρώσεις καιρίας, καὶ τὸ πάθος αὐτῶν καθικνεῖτο τῶν μυελῶν, ἀντεῖχε δὲ ὅμως. Καίτοι ἀστακτὶ ταύτης κατέρ ρει τὸ δάκρυον, καὶ τηκεδὼν κατέλαβε τοῦ προσώπου τὸ κάλλος, καὶ ἐν ῥισὶν ἀπῃώρητο τὴν ψυχήν. 15.11.13 Πεντε καιδεκάτην δὲ τοῦ Αὐγούστου ἄγοντος (πέμπτη δὲ ἦν τῆς τηνικαῦτα ἑβδομάδος ἐκείνης), καθ' ἣν ἡ τῆς ὑπερα μώμου δεσποίνης ἡμῶν καὶ θεομήτορος κοίμησις ἑορτάζε ται, πρωίας ἐπαληλιφότες τὴν κεφαλὴν τοῦ αὐτοκράτορός τινες τῶν Ἀσκληπιαδῶν, ἅττα δὴ τούτοις ἔδοξεν, ἐκεῖνοι μὲν οἴκαδε ἐχώρησαν οὐ μάτην οὐδὲ διά τινα χρείαν αὐτοῖς ἐπείγουσαν, ἀλλὰ γνόντες τὸν ἐξ ὑπογύου ἐπικεί μενον τῷ αὐτοκράτορι κίνδυνον. Τρεῖς μὲν γὰρ ἦσαν οἱ κορυφαῖοι τῶν ἰατρῶν, ὅ τε ὑπερφυὴς Νικόλαος ὁ Καλ λικῆς καί τις ἕτερος Μιχαὴλ ὁ Παντεχνὴς ἐκ γένους τὴν ἐπωνυμίαν λαχὼν καὶ ὁ .....λιβὸς Μιχαὴλ ὁ ἐκτομίας. Ἡ μέντοι βασίλισσα κυκλώσαντος αὐτὴν παντὸς τοῦ συγγενῶν χοροῦ ἀναγκάζοντος μεταλαβεῖν τροφῆς ....... μὴ μεταλαβοῦσαν καὶ ὕπνου τινὸς μ...... συνεχεῖς καὶ ὅλας νύκτας διατελέσασθαι ..... ἐπὶ τῇ θεραπείᾳ τοῦ βασιλέως ........ ἐπείθετο. Ἀλλὰ λειποθυμίας ἐσχάτης ἐπιγεγενημένης τῷ αὐτοκράτορι πάλιν .....το ᾔσθετο ἀποκαραδοκή σασα τὴν .... ζωὴν κατέβαλέ τε ἑαυτὴν ἐπὶ τοῦ ... ἐκώκυέ τε συνεχῶς καὶ ἐπλήττετο καὶ ἐθρήνει ἐφ' οὕτως ἐπιβεβηκόσι κακοῖς. Καὶ ἐβούλετο μὲν αὐτίκα τὴν ζωὴν ἀπερεύξας θαι, οὐκ ἐδύνατο δέ. 15.11.14 Ὁ δὲ βασιλεὺς καίτοι θανούμενος καὶ καταδυναστεύοντος αὐτοῦ τοῦ πάθους ὥςπερ κρείττων καὶ θανάτου γενό μενος .... ἐκήδετό τε τῆς βασιλίσσης καὶ κατεσ τρέφετο τὴν τοιαύτην ἀδημονίαν μετὰ μιᾶς τῶν θυγατέρων. Ἡ τρίτη δ' ἦν αὕτη κατὰ γέννημα, ἡ πορ φυρογέννητος Εὐδοκία. Ἡ γὰρ Μαρία ἄλλη τις οἷον Μαρία χρηματίζουσα, οὐ περὶ τοὺς πόδας τηνικαῦτα καθημένη τοῦ ἐμοῦ δεσπότου ὥσπερ τότε ἐκείνη, ἀλλὰ τοῖς περὶ τὴν κεφαλὴν μέρεσιν ἐνασχολουμένη ὕδωρ ἐδίδου τούτῳ διὰ τοῦ κυπέλλου, οὐ δι' ἐκπώματός τινος πίνειν, ἵνα μὴ γένοιτό οἱ πολλάκις δυσκόλως περὶ τὴν κατάποσιν, φλεγμαινούσης τῆς ὑπερῴης καὶ αὐτῆς δὴ τῆς γλώττης καὶ τοῦ φάρυγγος, ἀναφέρειν τοῦτον ἐθέλουσα. Ἐκεῖνος δὲ σταθη ρὰς μὲν καὶ ἀνδρικὰς διεμήνυε τηνικαῦτα παραινέσεις, ὅμως μέντοι ἐσχάτας. Καί· «Τί, φησι, προεξάγεις σαυτὴν οὕτω κατατρυχομένη τῇ ἡμῶν τελευτῇ καὶ ἡμᾶς καταναγ κάζεις τοῦ κατεπείγοντος θανάτου προαπελθεῖν; Οὐ βλέ ψεις οὖν πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἐνεστηκότα δεινά, ἀλλ' ἔκδοτον σαυτὴν ποιεῖς τῷ ἐπιρρεύσαντί σοι πόντῳ τῆς λύπης»; Ταῦτα ἐκείνῃ μὲν εἶπε, τῇ δὲ βασιλίδι ἀνέξαινε μὲν μᾶλλον τὸ τραῦμα τῆς συμφορᾶς. 15.11.15 Ἐγὼ δὲ παντοία ἦν καὶ ὄμνυμι τοῖς τε παροῦσι φίλοις καὶ τοῖς ὕστερον ἐντευξο ένοις ἀνθρώποις τῷ συγγράμματι τούτῳ τὸν πάντ' εἰδότα Θεόν, ὡς οὐδὲν ἄμεινον εἶχον τῶν μεμηνότων, ἀλλ' ὅλη τοῦ πάθους ἐγεγόνειν. Ἐν ταῦθα γοῦν καὶ φιλοσοφίας καὶ λόγου καταφρονήσασα, νῦν μὲν ἐπονούμην περὶ τὸν πατέρα καὶ τὰς αὐτῷ διακονίας καὶ τοῦ σφυγμοῦ τὰς κινήσεις τηροῦσα περὶ τῆς ἀναπνοῆς τοῦ αὐτοκράτορος ἐπολυπραγμόνουν, νῦν δὲ περὶ τὴν μητέρα ἀνεστρεφόμην καὶ ἀνεκ τώμην αὐτὴν εἰς δύναμιν. Ἀλλ...... τὰ μέρη καὶ παντάπασιν ἀθεράπευτα ...... ὁ αὐτοκράτωρ ἀνα φέρειν τῆς ἐσχάτης λειποθυμίας οὐκ εἶχε, καὶ τῆς Αὐγούστας ἡ ψυχὴ συναπέρχεσθαι ἠπείγετο τῷ αὐτοκρά τορι. 15.11.16 Οὕτως εἶχον ......κᾶν καὶ ὡς ἀληθῶς, τοῦτο δὴ τὸ ψαλλόμενον, αἱ ὠδῖνες θανάτου τὸ τηνι καῦτα ἡμᾶς κατεκύκλωσαν. Καὶ τότε δὴ ᾐσθόμην ἔκφρο νος ἐμαυτῆς γενομένης .... ἐμεμήνειν γὰρ καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι καὶ πῆ τράπωμαι, ὁρῶσα τήν τε βασιλίδα εἰς τὸν πόντον ἐμβεβλημένην τῶν συμ φορῶν καὶ τὸν αὐτοκράτορα ταῖς συνεχέσι λειποθυμίαις εἰς τοὔσχατον τῆς ζωῆς ἐλαυνόμενον. Ἀλλὰ καὶ πάλιν ἔχων ἐκεῖνος ἀνενέγκαι τῆς δευτέρας λειποθυμίας ὕδατος αὐτῷ ἐπιρρανθέντος ψυχροῦ καὶ τοῦ τῶν ῥόδων σταλάγματος παρὰ τῆς φιλτάτης ἐμῆς ἀδελφῆς Μαρίας τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐπέσκηπτε τῇ βασιλίδι. Καὶ πάλιν εἰς τρίτην λειποθυμίαν ἐνέπιπτεν .... καὶ μετάστασις ἔδοξε τῇ βασιλικῇ κλίνῃ ...... τῶν ἀμφὶ τὸ σῶμα ἐκείνου πονούντων καὶ με.... καὶ μετεστή σαμεν τὸν αὐτοκράτορα κλινοπετῆ εἴς τι μέρος ἕτερον τοῦ πεντορόφου οἰκήματος, εἴ πού γε ἔχοι ἐλευθεριώτε ρον ἀναπνεύσαντα ἀέρα τῆς λειποθυμίας ἀνενεγκεῖν. Ἀπέ βλεπε γὰρ τὸ μέρος ἐκεῖνο πρὸς βορρᾶν καὶ οἰκήματα οὐδαμοῦ ἦσαν ἐπι...θοῦντα ταῖς θύραις. 15.11.17 Ἀλλ' ὁ τῆς βασιλείας διάδοχος προφθάσας ὑπεξῄει πρὸς τὸ ἀποτεταγμένον οἴκημα τὸν τοῦ βασιλέως ἐπιγνοὺς ἀναν.... καὶ ἐπέσπευδε τὴν ἐξέλευσιν καὶ ἠπείγετο εἰς τὸ μέγα παλάτιον. Ἡ πόλις δὲ τὸ τηνικάδε νυ..... ἐταράχθη γάρ, οὐ μέντοι καὶ παντάπα σιν ...... Ἡ δέ γε βασιλίς· «Ἐρρίφθω τὰ πάντα, εἶπε ..... κωκυτοῦ, καὶ διάδημα καὶ βασιλεία καὶ ἐξουσία καὶ κράτος ἅπαν καὶ θρόνοι τε καὶ ἀρχαὶ καὶ ἄρχωμεν τῆς θρηνῳδίας». Συνεπεκώκυον δὲ καὶ αὐτῇ πάντων καταφρονήσασα, καὶ συνεπένθουν καὶ ..... καὶ ἐσπάραττον ἑαυτὰς γοερὸν ἀνοιμώζουσαι. Ἀλλ' εἰς δύναμιν ἀνελαυνόμεθα ταύτην· ἐπὶ γὰρ ταῖς ἐσχάταις ἀναπνοαῖς ὁ βασιλεὺς ἦν καὶ τοῦτο δὴ τὸ λεγόμενον ἐψυχορράγει. 15.11.18 Πρὸς τῇ κεφαλῇ αὐτοῦ ἐπὶ γῆς ἡ βασιλὶς ἔρριπτο ἔτι ἀμπεχομένη t.... καὶ τὰ κοκκο βαφῆ πέδιλα καὶ ἐπα...... κατετιτρώσκετο καὶ οὐκ εἶχεν ὅπως .... τὴν φλεγμονὴν τῆς καρδίας. Τῶν δὲ Ἀσκληπιαδῶν τινες ὑποστρέψαντες πάλιν καὶ μι κρὸν ἐγκαρτερήσαντες ἁπτόμενοι τοῦ καρποῦ τοῦ βασι λικοῦ ἡ ...... ἐκεῖθεν τῶν πληγῶν τῆς ἀρτηρίας αὐτῆς ......, ὅμως μέντοι κατειρωνεύοντο τοῦ και ροῦ καὶ ἡ ..... καὶ ὑπετείνοντο τὰς μὴ φαινομένας χρηστὰς ἐλπίδας. Τοῦτο δὲ προνοίᾳ τινὶ ἐποίουν, γινώς κοντες ὅτι, ἅμα τῇ ἀπαγορεύσει τῆς ζωῆς τοῦ βασιλέως, συναποπνεύσει καὶ ἡ βασιλὶς τὴν ψυχήν. Ἀλλ' ἡ νουνεχὴς ἐκείνη βασίλισσα τούτοις οὔτε πιστεύειν οὔτε ἀπιστεῖν εἶχεν. Ἐπίστευε μὲν τεχνίτας αὐτοὺς πάλαι γινώ σκουσα, διαπιστεῖν δ' εἶχεν, ὅτι ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς ζωῆς τοῦ αὐτοκράτορος ἑστηκότα ἑώρα. Ἐπὶ τρυτάνης δὲ οἷον ἑστηκυῖα εἰς ἐμὲ πολλάκις ἐξητένιζε καὶ τὸν ἐμὸν περιέμενε τρίπουν, ὡς σύνηθες ἦν αὐτῇ κἀν τοῖς ἄλλοτε ξυμπίπτουσι περιστατικοῖς, καὶ ὅ τι ἂν αὐτῇ ἀποφοιβά σαιμι προσεδόκα. Ἡ μὲν ἐμὴ δέσποινα καὶ φιλτάτη τῶν ἀδελφῶν Μαρία, τὸ τοῦ γένους ἡμῶν ἐγκαλλώπισμα, ἡ σταθηρὰ γυνή, τὸ ἁπάσης ἀρετῆς καταγώγιον, μεταξὺ τῆς βασιλίδος καὶ τοῦ αὐτοκράτορος ἱσταμένη ἐς τὸ αὐτοῦ χειρίδιον διεκώλυεν ἐνίοτε τοῦ τοὐναντίον πρὸς τὸν αὐτοκράτορα ὁρᾶν. 15.11.19 Ἐγὼ δὲ ἐπέβαλον πάλιν τὴν δεξιὰν τῷ καρπῷ καὶ τὴν κίνησιν τῶν σφυγμῶν περιεσκοπούμην, τὴν δὲ πολλάκις ἐπιβάλλουσαν τὰς χεῖρας τῇ κεφαλῇ .....εψοσαν τὴν κάλυπτραν (ἐν ᾧ γὰρ εἶχεν, ἔμελλε καὶ τὴν βασιλικὴν ἐσθῆτα μεταμφι έσασθαι), τοσαυτάκις ἐπεῖχον ῥώμην τινὰ .... μανθά νουσα τῶν σφυγμῶν. Ἠπατώμην ..... οὐ γὰρ ῥώμη τις ἦν τὸ φαινόμενον με...... ἀλλ', ἐπειδὴ τὸ τῆς ἀναπνοῆς μέγα ......, συνδιίστατο καὶ τὰ τῆς ἀρτηρίας καὶ τοῦ πνεύμονος. Ἀφεμένη δὲ τῆς χειρὸς τοῦ αὐτοκράτορος καὶ πρὸς τὴν βασιλίδα δια..... μένη πάλιν ἐπέβαλον τῷ καρπῷ ..... ἀσφυξίαν. Ἡ μὲν ἔνυττέ με πολλάκις, ὅτι οἱ ἐβούλετο δηλῶσαι τὰ τοῦ σφυγμοῦ. Ἐπεὶ δὲ ..... αὖθις ἡψάμην καὶ ὑπεν διδόντα ἔγνωκα πάντα τὰ τῆς δυνάμεως καὶ εἰς ἀσφυξίαν ἐληλυθέναι τελεώτατα τὰ τῶν ἀρτηριῶν, ἔγωγε μετακλίνασα τὴν κεφαλὴν αὖος καὶ ἀπόψυκτος ἦν πρὸς γῆν ἀπονεύσασα καὶ μηδὲν φθεγγομένη καὶ τὼ χεῖρε τοῖς ὄψεσιν ἐπιβαλοῦσα καὶ ὀπισθόπους γενομένη ἐθρήνουν. Ἡ δὲ συνεῖσα τοῦ πράγματος καὶ τοῖς ὅλοις ἀπαγορεύσασα ἐκώκυσέ τε ἀθρόον μέγα καὶ διωλύγιον. 15.11.20 Ἀλλὰ γὰρ πῶς παραστήσω τὴν κατασχοῦσαν τὴν οἰκου μένην ἅπασαν συμφορὰν ἢ πῶς τὰ ἐμαυτῆς ἀποκλαύσομαι; Τήν τε βασιλικὴν κάλυπτραν ἀπέθετο καὶ τὰς ἐκείνας ἐθείρας μαχαιρίδιόν τι λαβοῦσα ἐν χρῷ διέτεμε, καὶ τὰ κοκκοβαφῆ πέδιλα τῶν ποδῶν ἀπορριψαμένη μέλανα σάνδαλα ἐδεῖτο τὰ προστυχόντα. Ἀλλάξασθαι δὲ καὶ τὴν πορφυρίδα βουλομένη μελαίνης ἐσθῆτος προχείρως ἱμάτιον οὐχ εὑρίσκετο. Ἐξ ὧν δὲ ἡ τρίτη τῶν ἐμῶν ἀδελφῶν εἶχεν ἀμφίων καταλλήλων τῷ καιρῷ καὶ τῷ πράγματι χηρείας καὶ πάλαι κακοῖς ὁμιλήσασα, λαβοῦσα ἡ βασιλὶς ἀμφιέννυτο καὶ τὴν ἀφελῆ καὶ ζοφώδη κάλυπτραν ἐπέθετο τῇ κεφαλῇ. Καὶ ἐν τούτοις ὁ αὐτοκράτωρ τὴν ἱερὰν ψυχὴν ἀφῆκε Θεῷ, καὶ ὁ ἐμὸς ἥλιος ἔδυ. Ἐφ..... οἱ μὴ ἀπὸ πάθους ἁλισκόμενοι τὴν φωνὴν ἐθρήνουν, ἐκόπτοντο, γοερὸν ἀνοιμώζον τες εἰς οὐρανὸν τὰς φωνὰς ἀνέπεμπον ......... τὸν εὐεργέτην, τὸν τὰ πάντα αὐτοῖς ........ σαντα ἀποκλαιόμενοι. 15.11.21 Ἐγὼ μὲν οὖν καὶ νῦν ἀπιστῶ ἐμαυτῇ, εἴπερ ζῶ τε καὶ γράφω καὶ μνημονεύω θανάτου τοῦ αὐτοκράτορος, καὶ ἐπαφῶμαι τῷ ὀφθαλμῷ, μήποτε ἄρα ὄναρ ἐστὶ τὰ νῦν ὑφ' ἡμῶν ὑπα γορευόμενα, ἢ δέ γε καὶ μὴ ὄναρ ἐστὶν ἀλλ' ἔκστασίς τε καὶ παρακοπὴ καὶ πάθος περὶ ἐμὲ θαυμάσιον καὶ ἀλλόκοτον. Πῶς γὰρ ἀπορρυέντος ἐκείνου τοῖς βιοῦσιν ἐγὼ συντάττομαι καὶ συν....ζῶσιν ἢ πῶς οὐ συνε παφῆκα καὶ ἐγὼ τὴν ψυχήν, ἢ εὐθὺς ἐκπνεύσαντος συνεξέπνευσα καὶ ἀναίσθητος ἀπωλόμην; Εἰ δὲ μὴ τοῦτο ἐπεπόνθειν, πῶς οὐκ ἀπό τινων ὑψηλῶν καὶ μετεώρων αὐτὴν ὤθησα ἢ κατὰ κυμάτων ἐνέρριψα ποντίων; Συμφοραῖς μεγάλαις τὴν ζωὴν ἀ...έγραψα. Ἀλλ' οὐκ ἔστιν ἄρα κατὰ τὴν τραγῳδίαν πάθος καὶ συμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄχθος ἀροίμην ἐγώ. Οὕτω γάρ με ὁ Θεὸς συμφορῶν μεγάλων πεποίηκε καταγώγιον. Ἀπεβαλόμην τοσοῦτον φωστῆρα τῆς οἰκουμένης, τὸν μέγαν Ἀλέξιον· καὶ μὴν ἡ ψυχὴ τοῦ ταλαιπώρου ἐπετρό πευε σώματος. 15.11.22 Ἐπέσβη καὶ ὁ μέγιστος λύχνος, μᾶλλον δὲ ἡ πάμφωτος ἐκείνη σελήνη, τὸ μέγα τῆς ἀνα τολῆς καὶ δύσεως πρᾶγμα καὶ ὄνομα, ἡ βασιλὶς Εἰρήνη. Καὶ μὴν ζῶμεν καὶ τὸν ἀέρα ἐμπνέομεν. Εἶτα ἄλλων ἐπ' ἄλλοις κακῶν γεγονότων καὶ πρηστήρων μεγάλων καταιγισάντων ἡμᾶς, ἐπ' αὐτὸ τὸ κορυφαιότατον τῶν κακῶν ἰδεῖν τοῦ καίσαρος θάνατον ἐπηλάθημεν καὶ τετηρήμεθα τοσαύταις κακῶν περιστάσεσι. Μετὰ γάρ τινας ἡμέρας τοῦ κακοῦ δυναστεύοντος καὶ τῆς τέχνης ἀπαγορευούσης, εἰς πέλαγος ἀθυμίας ἐμαυτὴν διαφεῖσα, τοῖς ὅλοις ἠγανάκτουν τοῦτο μόνον ὅτι καὶ ἡ ψυχή μου παρῆν ἐν τῷ σώματι. Καὶ εἰ μή, ὡς ἔοικεν, ἀδαμαντίνη τις ἦν ἢ ἄλλης τινὸς φύσεως διάπλασις ...... καὶ ξενίζουσα, κἂν ἀπωλόμην εὐθύς. 15.11.23 Ζῶσα δὲ μυρίους θανάτους ἀπέθανον. Νιόβην <δ' ἐκείνην> κατά τινων τερατευομένην ἀκούομεν ..... εἰς λίθον μεταβαλοῦσαν διὰ πένθος ..... Εἶτα καὶ μετὰ τὴν ἀμοιβὴν τὴν εἰς ἀναίσθητον φύσιν παραπέμπουσαν τὸ πάθος ἀθάνατον καὶ εἰς φύσιν ἀναίσθητον. Ἐγὼ δ' ἄρα καὶ κακοπαθεστέρα ἐκείνης, ὅτι καὶ μετὰ τὰς μεγίστας καὶ ἐσχάτας τῶν συμφορῶν μεμένηκα οὕτως αἰσθησομένη καὶ ἄλλων. Ἦν ἄρα πρὸς πέτραν ἄψυχον ἀμει...... τα μου ἀπορέειν δακρύων ἔμενον ...... οὕτως ἀναισθήτως ἔχουσα πρὸς τὰς συμφορὰς ..... Τοσαῦτα ὑπενεγκεῖν δεινὰ καὶ εἰς τὰ παλάτια ἐξ ἀνθρώπων ἐπεγείρεσθαί μοι ἀφόρητα κακὰ δυστυχέστερον καὶ τῶν τῆς Νιόβης κακῶν ..... μὲν μέχρι τοῦδε φθάσαντα τὰ δεινὰ τῆς .....ῶς ἔληξεν. 15.11.24 Ἤρκει ἂν ἐπ' ἀμφοῖν τοῖν βασιλέοιν καὶ ἡ τοῦ καίσαρος συμφορὰ καὶ τὰ ἐκείνων παθήματα εἰς ἐκτριβὴν ἡμετέραν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· νῦν δὲ ὥσπερ ποταμοί τινες ἐξ ὑψηλῶν ὀρῶν καταρρέοντες μο.....σί τε τὰ τῶν δυστυχημάτων ῥεύματα ..... ὡς εἰς μίαν χαράδραν συγκατακλύζουσαν .... τὴν ἐμὴν οἰκίαν. Τέλος γοῦν ὁ λόγος ἐχέτω, μὴ καὶ ἀναγράφοντες τὰ λυπηρὰ πλέον ἐμπικραινοίμεθα.