Αισώπου Μύθοι/Ποιμήν και κύων

Αἰσώπου Μῦθοι
Ποιμὴν καὶ κύων τὰ πρόβατα σαίνων


Ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· «Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.»

Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος.