Αισώπου Μύθοι/Οδοιπόρος και Τύχη

Αἰσώπου Μῦθοι
Ὁδοιπόρος καὶ Τύχη


Ὁδοιπόρος, πολλὴν ὁδὸν διανύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· «Ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλ’ ἐμὲ ᾐτιῶ.»

Οὕτω πολλοὶ τῶν ἀνθρώπων δι’ ἑαυτοὺς δυστυχήσαντες τοὺς θεοὺς αἰτιῶνται.