Αισώπου Μύθοι/Όφις και καρκίνος
Αἰσώπου Μῦθοι Ὄφις καὶ καρκῖνος |
Ὄφις καὶ καρκῖνος ἐν ταὐτῷ διέτριβον. Καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο· ὁ δὲ ἀεὶ ὕπουλός τε καὶ πονηρὸς ἦν. Τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάβεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο. Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαβόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· «Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ ⟨ἂν⟩ ἀνῄρησο.»
Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται.