Αισώπου Μύθοι/Έχις και αλώπηξ

Αἰσώπου Μῦθοι
Ἔχις καὶ ἀλώπηξ


Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· «Ἄξιος τῆς νηὸς ὁ ναύκληρος.»

Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.