Αιγινητικός (Ισοκράτης)

Αἰγινητικός
Συγγραφέας:


Αἰγινητικός

[1] ἐνόμιζον μέν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν αὑτοῦ Θρασύλοχον ὥστε μηδέν᾽ ἄν ποτ᾽ ἐλθεῖν ἐναντία πράξοντα ταῖς διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν· ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη παρέστηκεν ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως ἔχει παρ᾽ ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. [2] τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δ᾽ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι μ᾽ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν. ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθ᾽ ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθ᾽ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην. [3] χρῆν μέντοι καὶ τὴν ἀμφισβητοῦσαν τῶν χρημάτων μὴ παρ᾽ ὑμῶν πειρᾶσθαι λαμβάνειν τὴν οὐσίαν, ἣν Θρασύλοχος κατέλιπεν, ἀλλὰ περὶ ἐκεῖνον χρηστὴν οὖσαν οὕτως ἀξιοῦν αὐτῆς ἐπιδικάζεσθαι. νῦν δ᾽ αὐτῇ τοσούτου δεῖ μεταμέλειν ὧν εἰς ζῶντ᾽ ἐξήμαρτεν, ὥστε καὶ τεθνεῶτος αὐτοῦ πειρᾶται τήν τε διαθήκην ἄκυρον ἅμα καὶ τὸν οἶκον ἔρημον ποιῆσαι. [4] θαυμάζω δὲ καὶ τῶν πραττόντων ὑπὲρ αὐτῆς, εἰ διὰ τοῦτ᾽ οἴονται καλὸν εἶναι τὸν κίνδυνον, ὅτι μὴ κατορθώσαντες οὐδὲν μέλλουσιν ἀποτείσειν. ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλην εἶναι καὶ ταύτην ζημίαν, ἂν ἐξελεγχθέντες ὡς ἀδίκως ἀμφισβητοῦσιν, ἔπειθ᾽ ὑμῖν δόξωσι χείρους εἶναι. τὴν μὲν οὖν τούτων κακίαν ἐξ αὐτῶν τῶν ἔργων γνώσεσθ᾽, ἐπειδὰν διὰ τέλους ἀκούσητε τῶν πεπραγμένων· ὅθεν δ᾽, οἶμαι, τάχιστ᾽ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διηγεῖσθαι.

[5] Θράσυλλος γὰρ ὁ πατὴρ τοῦ καταλιπόντος τὴν διαθήκην παρὰ μὲν τῶν προγόνων οὐδεμίαν οὐσίαν παρέλαβεν, ξένος δὲ Πολεμαινέτῳ τῷ μάντει γενόμενος οὕτως οἰκείως διετέθη πρὸς αὐτὸν ὥστ᾽ ἀποθνῄσκων ἐκεῖνος τάς τε βίβλους τὰς περὶ τῆς μαντικῆς αὐτῷ κατέλιπε καὶ τῆς οὐσίας μέρος τι τῆς νῦν οὔσης ἔδωκεν. [6] λαβὼν δὲ Θράσυλλος ταύτας ἀφορμὰς ἐχρῆτο τῇ τέχνῃ· πλάνης δὲ γενόμενος καὶ διαιτηθεὶς ἐν πολλαῖς πόλεσιν ἄλλαις τε γυναιξὶ συνεγένετο, ὧν ἔνιαι καὶ παιδάρι᾽ ἀπέδειξαν ἃ 'κεῖνος οὐδὲ πώποτε γνήσι᾽ ἐνόμισε, καὶ δὴ καὶ τὴν ταύτης μητέρ᾽ ἐν τούτοις τοῖς χρόνοις ἔλαβεν. [7] ἐπειδὴ δ᾽ οὐσίαν τε πολλὴν ἐκτήσατο καὶ τὴν πατρίδ᾽ ἐπόθεσεν, ἐκείνης μὲν καὶ τῶν ἄλλων ἀπηλλάγη, καταπλεύσας δ᾽ εἰς Σίφνον ἔγημεν ἀδελφὴν τοῦ πατρὸς τοὐμοῦ, πλούτῳ μὲν αὐτὸς πρῶτος ὢν τῶν πολιτῶν, γένει δὲ καὶ τοῖς ἄλλοις ἀξιώμασιν εἰδὼς τὴν ἡμετέραν οἰκίαν προέχουσαν. [8] οὕτω δὲ σφόδρ᾽ ἠγάπησε τὴν τοῦ πατρὸς φιλίαν, ὥστ᾽ ἀποθανούσης ἐκείνης ἄπαιδος αὖθις ἠγάγετ᾽ ἀνεψιὰν τοῦ πατρός, οὐ βουλόμενος διαλύσασθαι τὴν πρὸς ἡμᾶς οἰκειότητα. οὐ πολὺν δὲ χρόνον συνοικήσας ταῖς αὐταῖς τύχαις ἐχρήσατο καὶ περὶ ταύτην, αἷσπερ καὶ περὶ τὴν προτέραν. [9] μετὰ δὲ ταῦτ᾽ ἔγημεν ἐκ Σερίφου παρ᾽ ἀνθρώπων πολὺ πλείονος ἀξίων ἢ κατὰ τὴν αὑτῶν πόλιν, ἐξ ἧς ἐγένετο Σώπολις καὶ Θρασύλοχος καὶ θυγάτηρ ἡ νῦν ἐμοὶ συνοικοῦσα. Θράσυλλος μὲν οὖν τούτους μόνους παῖδας γνησίους καταλιπὼν καὶ κληρονόμους τῶν αὑτοῦ καταστήσας τὸν βίον ἐτελεύτησεν. [10] ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες ὅσην ὀλίγῳ πρότερον διηγησάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν. ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐτοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφούς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτ᾽ ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγομεν· ἐπειδὴ δ᾽ ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτ᾽ ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα. [11] καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις; ἀλλ᾽ οὐδὲ φυγόντες ἀπ᾽ ἀλλήλων ἠξιώσαμεν γενέσθαι. τὸ δὲ τελευταῖον φθόῃ σχόμενον αὐτὸν καὶ πολὺν χρόνον ἀσθενήσαντα, καὶ τοῦ μὲν ἀδελφοῦ Σωπόλιδος αὐτῷ πρότερον τετελευτηκότος, τῆς δὲ μητρὸς καὶ τῆς ἀδελφῆς οὔπω παρουσῶν, μετὰ τοσαύτης ἐρημίας γενόμενον οὕτως ἐπιπόνως καὶ καλῶς αὐτὸν ἐθεράπευσα, ὥστ᾽ ἐκεῖνον μὴ νομίζειν ἀξίαν μοι δύνασθαι χάριν ἀποδοῦναι τῶν πεπραγμένων. [12] ὅμως δ᾽ οὐδὲν ἐνέλιπεν, ἀλλ᾽ ἐπειδὴ πονηρῶς διέκειτο καὶ οὐδεμίαν ἐλπίδ᾽ εἶχε τοῦ βίου, παρακαλέσας μάρτυρας υἱόν μ᾽ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν αὑτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν.

καί μοι λαβὲ τὰς διαθήκας.“

<...Διαθῆκαι...>

” ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τὸν Αἰγινητῶν· κατὰ γὰρ τοῦτον ἔδει ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳκοῦμεν.“

<...Νόμος...>

[13] ” κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μ᾽ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν αὑτοῦ καὶ φίλον ὄντα, γεγονότα δ᾽ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δ᾽ ὁμοίως αὑτῷ καὶ τεθραμμένον. ὥστ᾽ οὐκ οἶδ᾽ ὅπως ἂν μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει παῖδας εἰσποιεῖσθαι.

λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθ᾽ ὃν ἡμεῖς ἐπολιτευόμεθα.“

<...Νόμος...>

[14] ” εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρ᾽ αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν· νῦν δὲ κἀκεῖνος ὁμοίως τοῖς ἀνεγνωσμένοις κεῖται.

καί μοι λαβὲ τὸ βιβλίον.“

<...Νόμος...>

[15] ” τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρ᾽ ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθ᾽ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν διαθήκην καταλιπών, ἔτι δ᾽ ὁ παρ᾽ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος; καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατ᾽ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι;

[16] περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· ἵνα δὲ μηδεὶς οἴηται μήτ᾽ ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλ᾽ ὡς καὶ δικαίως ταῦτ᾽ ἔπραξεν. ῥᾳδίας δ᾽ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι. [17] τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθ᾽ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρ᾽ αὐτῶν διαφερομένη καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δ᾽ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος.

[18] καὶ περὶ μὲν τῶν παλαιῶν πολὺ ἂν ἔργον εἴη λέγειν· ὅτε δὲ Πασῖνος Πάρον κατέλαβεν, ἔτυχεν αὐτοῖς ὑπεκκείμενα τὰ πλεῖστα τῆς οὐσίας παρὰ τοῖς ξένοις τοῖς ἐμοῖς· ᾠόμεθα γὰρ μάλιστα ταύτην τὴν νῆσον ἀσφαλῶς ἔχειν. ἀπορούντων δ᾽ ἐκείνων καὶ νομιζόντων αὔτ᾽ ἀπολωλέναι, πλεύσας ἐγὼ τῆς νυκτὸς ἐξεκόμισ᾽ αὐτοῖς τὰ χρήματα, κινδυνεύσας περὶ τοῦ σώματος· ἐφρουρεῖτο μὲν γὰρ ἡ χώρα, [19] συγκατειληφότες δ᾽ ἦσάν τινες τῶν ἡμετέρων φυγάδων τὴν πόλιν, οἳ μιᾶς ἡμέρας ἀπέκτειναν αὐτόχειρες γενόμενοι τόν τε πατέρα τὸν ἐμὸν καὶ τὸν θεῖον καὶ τὸν κηδεστὴν καὶ πρὸς τούτοις ἀνεψιοὺς τρεῖς. ἀλλ᾽ ὅμως οὐδέν με τούτων ἀπέτρεψεν, ἀλλ᾽ ᾠχόμην πλέων, ἡγούμενος ὁμοίως με δεῖν ὑπὲρ ἐκείνων κινδυνεύειν ὥσπερ ὑπὲρ ἐμαυτοῦ. [20] μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστ᾽ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδ᾽ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην, ἀλλ᾽ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δ᾽ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισ᾽ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν. καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν <προσήκει> ἢ τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;

[21] τὰ μὲν τοίνυν εἰρημέν᾽ ἐστὶν ἐν οἷς ἐκινδύνευσα μὲν, φλαῦρον δ᾽ οὐδὲν ἀπέλαυσα· ἔχω δὲ καὶ τοιαῦτ᾽ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς μεγίσταις συμφοραῖς περιέπεσον. ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον, αἰσθόμενος, ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, μένειν, ἐδεῖτό μου συμπλεῖν εἰς Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ σώματος καὶ τὸ πλῆθος τῶν ἐχθρῶν, καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν. [22] φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. καὶ μετὰ ταῦτ᾽ οὐκ ἔφθημεν εἰς Τροιζῆν᾽ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθ᾽ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρ᾽ οὐδὲ πένθ᾽ ἡμέραις ἐκείνης ὕστερον. καίτοι τίν᾽ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ βίου γεγενημένης; [23] ὃς τὸν μὲν ἄλλον χρόνον ἀπαθὴς ἦν κακῶν, νεωστὶ δ᾽ ἐπειρώμην φυγῆς καὶ τοῦ παρ᾽ ἑτέροις μὲν μετοικεῖν, στέρεσθαι δὲ τῶν ἐμαυτοῦ, πρὸς δὲ τούτοις ὁρῶν τὴν μητέρα τὴν αὑτοῦ καὶ τὴν ἀδελφὴν ἐκ μὲν τῆς πατρίδος ἐκπεπτωκυίας, ἐπὶ δὲ ξένης καὶ παρ᾽ ἀλλοτρίοις τὸν βίον τελευτώσας. ὥστ᾽ οὐδεὶς ἄν μοι δικαίως φθονήσειεν, εἴ τι τῶν Θρασυλόχου πραγμάτων ἀγαθὸν ἀπολέλαυκα· καὶ γὰρ ἵνα χαρισαίμην ἐκείνῳ, κατοικισάμενος ἐν Τροιζῆνι τοιαύταις ἐχρησάμην συμφοραῖς, ὧν οὐδέποτ᾽ ἂν ἐπιλαθέσθαι δυνηθείην.

[24] καὶ μὴν οὐδὲ τοῦθ᾽ ἕξουσιν εἰπεῖν ὡς εὖ μὲν πράττοντος Θρασυλόχου πάντα ταῦθ᾽ ὑπέμενον, δυστυχήσαντα δ᾽ αὐτὸν ἀπέλιπον· ἐν αὐτοῖς γὰρ τούτοις ἔτι σαφέστερον καὶ μᾶλλον ἐνεπεδειξάμην τὴν εὔνοιαν ἣν εἶχον εἰς ἐκεῖνον. ἐπειδὴ γὰρ εἰς Αἴγιναν κατοικισάμενος ἠσθένησε ταύτην τὴν νόσον ἐξ ἧσπερ ἀπέθανεν, οὕτως αὐτὸν ἐθεράπευσα ὡς οὐκ οἶδ᾽ ὅστις πώποθ᾽ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονηρῶς μὲν ἔχοντα, περιιέναι δ᾽ ἔτι δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον. [25] καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλ᾽ οὐδ᾽ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν· ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστ᾽ αὐταὶ θεραπείας ἐδέοντο. ἀλλ᾽ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδ᾽ ἀπέστην ἀλλ᾽ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός· [26] οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν. καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστ᾽ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι, [27] τοιαῦτα δ᾽ ἔπασχεν ὥσθ᾽ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν. καὶ ταῦτ᾽ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τ᾽ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων.

[28] ἠβουλόμην δ᾽ ἂν ὑμῖν οἷός τ᾽ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην· οἶμαι γὰρ οὐδ᾽ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων. νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστάτους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντ᾽ οὐκ εὐδιήγητ᾽ ἐστίν. ἀλλ᾽ ὑμεῖς αὐτοὶ σκοπεῖτε, μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν. [29] ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθ᾽ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν. πρὸς οὓς ἐγὼ τοιαῦτ᾽ ἀπεκρινάμην ὅτι πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ 'κεῖνον περιιδεῖν δι᾽ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ μοίρας τελευτήσαντα.

[30] καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδ᾽ ἐπισκέψασθαι πώποτ᾽ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθ᾽ ἑκάστην τὴν ἡμέραν, ὡς διέκειτο, ῥᾳδίας δ᾽ οὔσης αὐτῇ τῆς πορείας. εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν, ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειότερον προσείπωσι τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ δεινότερ᾽ ἐξαμαρτεῖν· [31] ἥτις οὐδ᾽ ἐπειδὴ τελευτᾶν ἤμελλε τὸν βίον, ὁρῶσα τοὺς πολίτας τοὺς ἡμετέρους, ὅσοι περ ἦσαν ἐν Τροιζῆνι, διαπλέοντας εἰς Αἴγιναν, ἵν᾽ αὐτὸν συγκαταθάψειαν, οὐδ᾽ εἰς τοῦτον τὸν καιρὸν ἀπήντησεν, ἀλλ᾽ οὕτως ὠμῶς καὶ σχετλίως εἶχεν, ὥστ᾽ ἐπὶ μὲν τὸ κῆδος οὐκ ἠξίωσεν ἀφικέσθαι, τῶν δὲ καταλειφθέντων οὐδὲ δέχ᾽ ἡμέρας διαλιποῦσ᾽ ἦλθεν ἀμφισβητοῦσα, ὥσπερ τῶν χρημάτων ἀλλ᾽ οὐκ ἐκείνου συγγενὴς οὖσα. [32] καὶ εἰ μὲν ὁμολογήσει τοσαύτην ἔχθραν ὑπάρχειν αὑτῇ πρὸς ἐκεῖνον ὥστ᾽ εἰκότως ταῦτα ποιεῖν, οὐκ ἂν κακῶς εἴη βεβουλευμένος, εἰ τοῖς φίλοις ἠβουλήθη μᾶλλον ἢ ταύτῃ τὴν οὐσίαν καταλιπεῖν· εἰ δὲ μηδεμιᾶς διαφορᾶς οὔσης οὕτως ἀμελὴς καὶ κακὴ περὶ αὐτὸν ἐγένετο, πολὺ ἂν δήπου δικαιότερον στερηθείη τῶν αὑτῆς ἢ τῶν ἐκείνου κληρονόμος γίγνοιτο. [33] ἐνθυμεῖσθε δ᾽ ὅτι τὸ μὲν ταύτης μέρος οὔτ᾽ ἐν τῇ νόσῳ θεραπείας ἔτυχεν οὔτ᾽ ἀποθανὼν τῶν νομιζομένων ἠξιώθη, δι᾽ ἐμὲ δ᾽ ἀμφότερα ταῦτ᾽ αὐτῷ γεγένηται. καίτοι δίκαιόν ἐστιν ὑμᾶς τὴν ψῆφον φέρειν, οὐκ εἴ τινες γένει μέν φασι προσήκειν, ἐν δὲ τοῖς ἔργοις ὅμοιοι τοῖς ἐχθροῖς γεγόνασιν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μηδὲν ὄνομα συγγενείας ἔχοντες οἰκειοτέρους σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς τῶν ἀναγκαίων παρέσχον.

[34] λέγουσι δ᾽ ὡς τὰς μὲν διαθήκας οὐκ ἀπιστοῦσι Θρασύλοχον καταλιπεῖν, οὐ μέντοι καλῶς οὐδ᾽ ὀρθῶς φασὶν αὐτὰς ἔχειν. καίτοι, ὦ ἄνδρες Αἰγινῆται, πῶς ἄν τις ἄμεινον ἢ μᾶλλον συμφερόντως περὶ τῶν αὑτοῦ πραγμάτων ἐβουλεύσατο; ὃς οὔτ᾽ ἔρημον τὸν οἶκον κατέλιπε τοῖς τε φίλοις χάριν ἀπέδωκεν, ἔτι δὲ τὴν μητέρα καὶ τὴν ἀδελφὴν οὐ μόνον τῶν αὑτοῦ κυρίας ἀλλὰ καὶ τῶν ἐμῶν κατέστησε, τὴν μὲν ἐμοὶ συνοικίσας, τῇ δ᾽ υἱόν μ᾽ εἰσποιήσας; [35] ἆρ᾽ ἂν ἐκείνως ἄμεινον ἔπραξεν, εἰ μήτε τῆς μητρὸς τὸν ἐπιμελησόμενον κατέστησε, μήτ᾽ ἐμοῦ μηδεμίαν μνείαν ἐποιήσατο, τὴν δ᾽ ἀδελφὴν ἐπὶ τῇ τύχῃ κατέλιπε, καὶ τὸν οἶκον ἀνώνυμον τὸν αὑτοῦ περιεῖδε γενόμενον;

[36] ἀλλὰ γὰρ ἴσως ἀνάξιος ἦν υἱὸς εἰσποιηθῆναι Θρασυλόχῳ καὶ λαβεῖν αὐτοῦ τὴν ἀδελφήν. ἀλλὰ πάντες ἂν μαρτυρήσειαν Σίφνιοι τοὺς προγόνους τοὺς ἐμοὺς καὶ γένει καὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασι πρώτους εἶναι τῶν πολιτῶν. τίνες γὰρ ἢ μειζόνων ἀρχῶν ἠξιώθησαν ἢ πλείω χρήματ᾽ εἰσήνεγκαν ἢ κάλλιον ἐχορήγησαν ἢ μεγαλοπρεπέστερον τὰς ἄλλας λῃτουργίας ἐλῃτούργησαν; ἐκ ποίας δ᾽ οἰκίας τῶν ἐν Σίφνῳ πλείους βασιλεῖς γεγόνασιν; [37] ὥστε Θρασύλοχός τ᾽ εἰ καὶ μηδὲ πώποτ᾽ αὐτῷ διελέχθην, εἰκότως ἂν ἠβουλήθη μοι διὰ ταῦτα δοῦναι τὴν ἀδελφήν, ἐγώ τ᾽ εἰ καὶ μηδέν μοι τούτων ὑπῆρχεν, ἀλλὰ φαυλότατος ἦν τῶν πολιτῶν, δικαίως ἂν παρ᾽ αὐτοῦ διὰ τὰς εὐεργεσίας τὰς εἰς ἐκεῖνον τῶν μεγίστων ἠξιώθην.

[38] οἶμαι τοίνυν αὐτὸν καὶ Σωπόλιδι τἀδελφῷ μάλιστα κεχαρίσθαι ταῦτα διαθέμενον. καὶ γὰρ ἐκεῖνος ταύτην μὲν ἐμίσει καὶ κακόνουν τοῖς αὑτοῦ πράγμασιν ἡγεῖτο, ἐμὲ δὲ περὶ πλείστου τῶν αὑτοῦ φίλων ἐποιεῖτο. ἐδήλωσε δ᾽ ἐν ἄλλοις τε πολλοῖς καὶ ὅτ᾽ ἔδοξε τοῖς συμφυγάσιν ἐπιχειρεῖν τῇ πόλει μετὰ τῶν ἐπικούρων. αἱρεθεὶς γὰρ ἄρχειν αὐτοκράτωρ ἐμὲ καὶ γραμματέα προσείλετο καὶ τῶν χρημάτων ταμίαν ἁπάντων κατέστησε, καὶ ὅτ᾽ ἠμέλλομεν κινδυνεύειν, αὐτὸς αὑτῷ με παρετάξατο. [39] καὶ σκέψασθ᾽ ὡς σφόδρ᾽ αὐτῷ συνήνεγκεν· δυστυχησάντων γὰρ ἡμῶν ἐν τῇ προσβολῇ τῇ πρὸς τὴν πόλιν καὶ τῆς ἀναχωρήσεως οὐχ οἵας ἠβουλόμεθα γενομένης, τετρωμένον αὐτὸν καὶ βαδίζειν οὐ δυνάμενον ἀλλ᾽ ὀλιγοψυχοῦντα ἀπεκόμισ᾽ ἐπὶ τὸ πλοῖον μετὰ τοῦ θεράποντος τοὐμαυτοῦ, φέρων ἐπὶ τῶν ὤμων, ὥστ᾽ ἐκεῖνον πολλάκις καὶ πρὸς πολλοὺς εἰπεῖν ὅτι μόνος ἀνθρώπων αἴτιος εἴην αὑτῷ τῆς σωτηρίας. [40] καίτοι τίς ἂν μείζων ταύτης εὐεργεσία γένοιτο; ἐπειδὴ τοίνυν εἰς Λυκίαν ἐκπλεύσας ἀπέθανεν, αὕτη μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον μετὰ τὴν ἀγγελίαν ἔθυε καὶ ἑώρταζε καὶ οὐδὲ τὸν ἀδελφὸν ᾐσχύνετο τὸν ἔτι ζῶντα, οὕτως ὀλίγον φροντίζουσα τοῦ τεθνεῶτος, ἐγὼ δ᾽ ἐπένθησ᾽ αὐτόν, ὥσπερ τοὺς οἰκείους νόμος ἐστίν. [41] καὶ ταῦτα πάντ᾽ ἐποίουν διὰ τὸν τρόπον τὸν ἐμαυτοῦ καὶ τὴν φιλίαν τὴν πρὸς ἐκείνους ἀλλ᾽ οὐ ταυτησὶ τῆς δίκης ἕνεκα· οὐ γὰρ ᾤμην αὐτοὺς οὕτω δυστυχήσειν ὥστ᾽ ἄπαιδας ἀμφοτέρους τελευτήσαντας εἰς ἔλεγχον καταστήσειν, ὁποῖός τις ἕκαστος ἡμῶν περὶ αὐτοὺς ἐγένετο.

[42] πρὸς μὲν οὖν Θρασύλοχόν τε καὶ Σώπολιν ὡς αὕτη τε κἀγὼ διεκείμεθα, σχεδὸν ἀκηκόατε· τρέψονται δ᾽ ἴσως ἐπ᾽ ἐκεῖνον τὸν λόγον ὅσπερ αὐτοῖς λοιπός ἐστιν, ὡς Θράσυλλος ὁ πατὴρ ὁ ταύτης ἡγοῖτ᾽ ἂν δεινὰ πάσχειν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τεθνεῶσι περὶ τῶν ἐνθάδε γιγνομένων, ὁρῶν τὴν μὲν θυγατέρ᾽ ἀποστερουμένην τῶν χρημάτων, ἐμὲ δὲ κληρονόμον ὧν αὐτὸς ἐκτήσατο γιγνόμενον. ἐγὼ δ᾽ ἡγοῦμαι μὲν οὐ περὶ τῶν πάλαι τεθνεώτων, [43] ἀλλὰ περὶ τῶν ἔναγχος τὸν κλῆρον καταλιπόντων προσήκειν ἡμῖν τοὺς λόγους ποιεῖσθαι. Θράσυλλος μὲν γάρ, οὕσπερ ἠβούλετο, τούτους κυρίους τῶν αὑτοῦ κατέλιπεν· δίκαιον δὲ καὶ Θρασυλόχῳ ταὐτὰ ταῦτ᾽ ἀποδοθῆναι παρ᾽ ὑμῶν, καὶ γενέσθαι διαδόχους τῆς κληρονομίας μὴ ταύτην, ἀλλ᾽ οἷς ἐκεῖνος διέθετο· οὐ μέντ᾽ ἄν μοι δοκῶ φυγεῖν οὐδὲ τὴν Θρασύλλου γνώμην. [44] οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστήν, εἴπερ αἴσθοιτο, οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται. πολλοῦ γ᾽ ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισαμένων, ἀλλὰ πολὺ ἂν μᾶλλον, εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας. καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτ᾽ ἂν ἐπιτιμᾶν εἶχον αὐτῷ· νῦν δ᾽ εἰς τὸν αὐτῶν <μ᾽> εἰσεποιήσατο, ὥστ᾽ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν. χωρὶς δὲ τούτων, [45] οὐδένα μᾶλλον εἰκός ἐστιν ἢ Θράσυλλον εὔνουν εἶναι τοῖς κατὰ δόσιν ἀμφισβητοῦσιν· καὶ γὰρ αὐτὸς καὶ τὴν τέχνην ἔμαθε παρὰ Πολεμαινέτου τοῦ μάντεως καὶ τὰ χρήματ᾽ ἔλαβεν οὐ κατὰ γένος ἀλλὰ δι᾽ ἀρετήν, ὥστ᾽ οὐκ ἂν δήπου φθονήσειεν, εἴ τις περὶ τοὺς παῖδας αὐτοῦ χρηστὸς γενόμενος τῆς αὐτῆς δωρεᾶς ἧσπερ ἐκεῖνος ἠξιώθη. μεμνῆσθαι δὲ χρὴ καὶ τῶν ἐν ἀρχῇ ῥηθέντων. [46] ἐπέδειξα γὰρ ὑμῖν αὐτὸν οὕτω περὶ πολλοῦ τὴν ἡμετέραν οἰκειότητα ποιησάμενον ὥστε γῆμαι καὶ τὴν ἀδελφὴν τὴν τοῦ πατρὸς καὶ τὴν ἀνεψιάν. καίτοι τίσιν ἂν θᾶττον τὴν αὑτοῦ θυγατέρ᾽ ἐξέδωκεν ἢ τούτοις παρ᾽ ὧνπερ αὐτὸς λαμβάνειν ἠξίωσεν; ἐκ ποίας δ᾽ ἂν οἰκίας ἥδιον εἶδεν υἱὸν αὑτῷ κατὰ τοὺς νόμους εἰσποιηθέντα μᾶλλον ἢ ταύτης, ἐξ ἧσπερ καὶ φύσει παῖδας ἐζήτησεν αὑτῷ γενέσθαι;

[47] ὥστ᾽ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων· ἂν δ᾽ ὑπὸ ταύτης πεισθέντες ἐξαπατηθῆτε, οὐ μόνον ἔμ᾽ ἀδικήσετε ἀλλὰ καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων, ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρ᾽ αὐτῶν, ἣ πασῶν ἂν εἴη δυστυχεστάτη γυναικῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ τοῦτ᾽ αὐτῇ προσγένοιτο, ὥστ᾽ ἐπιδεῖν ἄκυρον μὲν τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν οἶκον γιγνόμενον, [48] καὶ τὴν μὲν ἐπιχαίρουσαν τοῖς αὑτῆς κακοῖς ἐπιδικαζομένην τῶν χρημάτων, ἐμὲ δὲ μηδενὸς δυνάμενον τῶν δικαίων τυχεῖν, ὃς τοιαῦτ᾽ ἔπραξα περὶ τοὺς ἐκείνης, ὥστ᾽ εἴ τίς με σκοποῖτο μὴ πρὸς ταύτην ἀλλὰ πρὸς τοὺς πώποτε κατὰ δόσιν ἀμφισβητήσαντας, εὑρεθείην ἂν οὐδενὸς χείρων αὐτῶν περὶ τοὺς φίλους γεγενημένος. καίτοι χρὴ τοὺς τοιούτους τιμᾶν καὶ περὶ πολλοῦ ποιεῖσθαι πολὺ μᾶλλον ἢ τὰς ὑφ᾽ ἑτέρων δεδομένας δωρεὰς ἀφαιρεῖσθαι. [49] ἄξιον δ᾽ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν καθ᾽ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας εἰσποιήσασθαι καὶ βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν, ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ παίδων οὗτός ἐστιν· διὰ γὰρ τοῦτον καὶ οἱ συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον ἀλλήλων ἐπιμελοῦνται.

[50] ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον διατρίβω, σκέψασθ᾽ ὡς μεγάλα καὶ δίκαι᾽ ἥκω πρὸς ὑμᾶς ἔχων, πρῶτον μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν καὶ πάντα τὸν χρόνον διατελέσασαν, ἔπειτ᾽ εὐεργεσίας πολλὰς καὶ μεγάλας καὶ περὶ δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις διαθήκας παρ᾽ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένας, ἔτι δὲ νόμον ταύταις βοηθοῦντα, ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασι καλῶς κεῖσθαι. [51] τεκμήριον δὲ μέγιστον· περὶ γὰρ ἄλλων πολλῶν διαφερόμενοι περὶ τούτου ταὐτὰ γιγνώσκουσιν. δέομαι οὖν ὑμῶν καὶ τούτων μεμνημένους καὶ τῶν ἄλλων τῶν εἰρημένων τὰ δίκαια ψηφίσασθαι, καὶ τοιούτους μοι γενέσθαι δικαστάς, οἵων περ ἂν αὐτοὶ τυχεῖν ἀξιώσαιτε.