Αγιοπολίτης
Ἁγιοπολίτης Συγγραφέας: |
Έκδοση κριτική με αγγλική μετάφραση: Jørgen Raasted, ed. «The Hagiopolites: A Byzantine Treatise on Musical Theory», in: Cahier de l‘Institut du Moyen-Âge Grec et Latin, 45 (1983), σσ.9-94.
Χειρόργραφο: Παρίσι, Εθνική Βιβλιοθήκη της Γαλλίας, fonds grec (συλλογή ελληνική), χγ. 360, φφ.216–237', Βιβλίον ἁγιοπολίτης συγκροτημένον ἔκ τινων μουσικῶν μεθόδων.
Οι ήχοι στην Ιερουσαλήμ και στην Κωνσταντινούπολη
Επεξεργασία- σελ. 14, § 6
Οἱ μὲν οὖν τέσσαρρεις πρῶτοι οὐκ ἐξ ἄλλων τινων ἀλλ’ἐξ αὐτῶν γινονται. οἱ δὲ τέσσαρεις δεύτεροι, ἤγουν οἱ πλάγιοι, ὁ μὲν πλάγιος πρῶτος ἐκ τῆς ὑπορροῆς τοῦ πρώτου γέγονε. καὶ ἀπὸ τῆς ὑπορροῆς τοῦ πληρώματος τοῦ δευτέρου γέγονεν ὁ πλάγιος δευτέρου· ὡς ἐπὶ τὸ πλεῖστον δὲ καὶ τὰ πληρώματα τοῦ δευτέρου [εἰς τὸν πλάγιον δευτέρου] τελειοῖ. ὁ βαρὺς ὁμοίως καὶ ἀπὸ τοῦ τρίτοῦ· καὶ γὰρ εἰς τὸ ἆσμα ἡ ὑποβολὴ τοῦ βαρέως τρίτος ψάλλεται ἅμα τοῦ τέλους αὐτοῦ. καὶ ἀπὸ τοῦ τετάρτου γέγονεν ὁ πλάγιος τέταρτος. καὶ ἀπὸ τῶν τεσσάρων πλαγίων ἐγεννήθησαν τέσσαρεις μέσοι· καὶ ἀπ’αὐτῶν αἱ τέσσαρες φθοραί. καί ἀνεβιβάσθησαν ἦχοι ις’, οἵτινες ψάλλονται εἰς τὸ ἆσμα, οἱ δὲ δέκα ὡς προείπομεν εἰς τὸν Ἁγιοπολίτην.
Ήχος δεύτερος διατονικός
Επεξεργασία- σελ. 14, § 6
καὶ ἀπὸ τῆς ὑπορροῆς τοῦ πληρώματος τοῦ δευτέρου γέγονεν ὁ πλάγιος δευτέρου· ὡς ἐπὶ τὸ πλεῖστον δὲ καὶ τὰ πληρώματα τοῦ δευτέρου [εἰς τὸν πλάγιον δευτέρου] τελειοῖ.
Φθορά
Επεξεργασία- σελ. 10, § 2
Ἤχους δὲ [λέγουσιν] ἐν τούτῳ ὀκτὼ ψάλλεσθαι. ἔστι δὲ τοῦτο ἀπ[οβλητέον καὶ] ψευδές· ὁ γὰρ πλάγιος δευτέρου ὡς ἐπὶ τὸ πλεῖστο[ν μέσος] δεύτερος ψάλλεται, ὡς τὸ "Νίκην ἔχων Χριστὲ" [καὶ ὡς τὸ "Σ]ὲ τὸν ἐπὶ ὑδάτων" καὶ ἄλλα ὅσα πα[ρὰ τοῦ κυροῦ Κοσμᾶ] καὶ τοῦ κυροῦ Ἰωάννου τοῦ Δαμασκ[ηνοῦ ἀπὸ τῆς μουσικῆς] ἐξ[ε]τέθησαν – ὅσα δὲ [ἐποιήθυσαν ὑπὸ τοῦ κυρ]οῦ [Ἰ]ωσὴφ [καὶ] ἄλλ[ων] τ[ινῶν, ε]ἰ δο[κιμάσεις αὐτὰ μετὰ τῆς μουσικῆς ψάλλειν, οὐκ ἰσάζουσι διὰ τὸ μὴ ἐκτεθῆναι ὑπ’ αὐτῆς – ὁμοίως δὲ καὶ ὁ πλάγιος τετάρτου ὡς ἐπὶ τὸ πλεῖστον μέσος τέταρτος ψάλλεται, ὡς] ἐπὶ τὸ "Σταυρὸν χαράξας Μωσῆς" καὶ ἕτερα οὐκ ὀλίγα. ἔστιν οὖκ ἐκ τούτων γνῶναι, ὅτι οὐκ ὀκτὼ μόνοι ψάλλονται ἀλλὰ δέκα.
- σελ. 42-43, § 34
φθοραὶ δὲ ὠνομασθήσαν, ὅτι ἐκ τῶν ἰδίων ἤχων ἀπᾶρχονται, τελειοῦνται δὲ εἰς ἑτέρων ἤχων φθογγὰς αἱ θέσεις αὐτῶν καὶ τὰ ἀποτελέσματα.