Αίτια Ελληνικά (Πλούταρχος)

Αἴτια Ἑλληνικά
Συγγραφέας:
Ηθικά


ΑΙΤΙΑ ΕΛΛΗΝΙΚΑ


1. Τίνες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι;

οἱ μὲν τὸ πολίτευμα ... ὀγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν· ἐκ δὲ τούτων ᾑροῦντο βουλευτάς, οὓς «ἀρτύνους» ἐκάλουν. Τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δέ «κονίποδες», ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν.


2. Τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις;

Τῶν γυναικῶν τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν· εἶθ´ οὕτως ἀνεβίβαζον ἐπ´ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον κατασταθῆναι καὶ τὸ λοιπὸν ἄτιμον διατελεῖν, «ὀνοβάτιν» προσαγορευομένην. Τὸν δὲ λίθον ἀπὸ τούτου καθαρὸν οὐ νομίζοντες ἀφωσιοῦντο. Ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρ´ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς δὲ τὴν βουλὴν ἐν τῷ νυκτερινῷ συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην φέρουσα τὴν ψῆφον.


3. Τίς ἡ παρὰ Σόλοις ὑπεκκαύστρια;

Τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους.


4. Τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ;

Ἑξήκοντα προκρίτοις ἀνδράσιν ἐκ τῶν ἀρίστων οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων· ἐκαλοῦντο δ´ «ἀμνήμονες» ὡς ἄν τις εἰκάσειε διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες. Ὁ δὲ τὰς γνώμας ἐρωτῶν «ἀφεστήρ».


5. Τίνες οἱ παρ´ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί;

Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπ´ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας καὶ μὴ ἐξεῖναι »χρηστούς« ποιεῖν. Ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης. Τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν.


6. Τίς ὁ παρ´ Ὀπουντίοις κριθολόγος;

Οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν. Τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς «κριθολόγον» ὠνόμαζον. Δύο δ´ ἦσαν ἱερεῖς παρ´ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.


7. Τίνες αἱ πλωιάδες νεφέλαι;

Τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν «πλωιάδας», ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν «ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτ´ ἐξυδατουμένης οὔτ´ ἐκπνευματουμένης.»


8. Τίς ὁ παρὰ Βοιωτοῖς πλατυχαίτας;

Τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον ἔχοντας. Παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν **


9. Τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;

«Ὁσιωτῆρα» μὲν καλοῦσι τὸν θυόμενον ἱερεῖον, ὅταν «ὅσιος» ἀποδειχθῇ. Πέντε δ´ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. Ὁ δέ «βύσιος» μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. Τὸ δ´ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες «Βίλιππον» καί «βαλακρόν» καί «Βερονίκην» λέγοντες, ἀλλ´ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν «βατεῖν» καὶ τὸ πικρόν «βικρόν» ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν πύσιος ὁ «βύσιος», ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· † τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέσθλιον, καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δ´ ἅπαξ ἐθεμίστευσεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.


10. Τί τὸ φυξίμηλον;

Τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, «φυξίμηλα» καλεῖται. Τὸ δὲ μαρτύριον Αἰσχύλος.


11. Τίνες οἱ ἀποσφενδόνητοι;

Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. Προαισθόμενοι δ´ οἱ πολῖται τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. Μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων «ἀποσφενδόνητοι» προσωνομάσθησαν.


12. Τίς ἡ παρὰ Δελφοῖς Χάριλα;

Τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν Σεπτήριον καλοῦσι, τὴν δ´ Ἡρωίδα, τὴν δὲ Χάριλαν. Τὸ μὲν οὖν Σεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως. Οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι. Τὸ μὲν οὖν Σεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. Τῆς δ´ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. Περὶ δὲ τῆς Χαρίλας τοιαῦτά τινα μυθολογοῦσι. Λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε, καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. Ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. Ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. Ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλαν ἱλάσκεσθαι παρθένον αὐτοθάνατον. Μόλις οὖν ἀνευρόντες, ὅτι τοὔνομα τοῦτ´ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμιγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν ἔτι καὶ νῦν δι´ ἐννέα ἐτῶν. Προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς Χαρίλας παιδικὸν εἴδωλον· ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλαν ἀπαγξαμένην ἔθαψαν.


13. Τί τὸ πτωχικὸν κρέας παρ´ Αἰνιᾶσι;

Πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις. Πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. Ἐκεῖθεν τῆς Μολοσσίας τὴν περὶ τὸν Ἀραούαν χώραν κατέσχον, ὅθεν ὠνομάσθησαν Παραοῦαι. Μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρῃ καταλεύσαντες Οἴνοκλον τὸν βασιλέα τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπ´ Ἰναχιέων καὶ Ἀχαιῶν. Γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δ´ ἂν λάβωσι παρ´ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ ἀφανὴς ἦν ἠγαπηκὼς τὸ δῶρον· ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας. Οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. Αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθ´ ἑκατόμβης. Ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον, ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος ἀναιρεῖ. Κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. Ὅταν δὲ τῷ Ἀπόλλωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι καί «πτωχικὸν κρέας» ἐπονομάζουσι.


14. Τίνες οἱ παρ´ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος;

Τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δ´ ὑπ´ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφ´ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθ´ ἕκαστον ἐνιαυτόν. Αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους. Ἦν δ´ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα «φαγίλων»· «φάγιλον» δέ φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι. Τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμιξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν ἀπ´ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου.


15. Τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;

Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. Πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. Τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν ἐπάτησε κυνόσβατον. Ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φυσκεῖς καὶ Ὑάντειαν καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ Νέσσον, οἱ δὲ 〈διὰ〉 τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ· τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. Ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπ´ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω·

«Τὴν βοτρυοστέφανον μυρίπνουν
Μάκυναν ἐραννήν.»


16. Τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;

Νῖσος, ἀφ´ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου θυγατέρα Μεγαρέως δ´ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. Ἀποθανούσης δ´ αὐτῆς οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆσαι βουλόμενος ἐκέλευε τὰς ἀστὰς φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν «ἀφάβρωμα» δι´ ἐκείνην ὠνόμασε. Δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.


17. Τίς ὁ δορύξενος;

Τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. Ἐκαλοῦντο δ´ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι. Τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους (ἀεὶ γὰρ ἐπεβούλευον ὑφ´ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν), ὅμως δι´ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. Τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπων, τοὺς δ´ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτ´ ἐλάμβανον ἀφέντες. Πρότερον δ´ οὐκ εἰσέπραττον, ἀλλ´ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. Ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δορυαλώτου «δορύξενος» προσαγορευόμενος· ὁ δ´ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.


18. Τίς ἡ παλιντοκία;

Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν· εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων διαφθαρέντες παντάπασι τά τ´ ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθ´ ὕβρεως ἐχρῶντο πᾶσι. Τέλος δὲ δόγμα θέμενοι τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, «παλιντοκίαν» τὸ γινόμενον προσαγορεύσαντες.


19. Τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε «πῖν´ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις», ἢ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;

Τὴν Καλαύρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. Ὕστερον δὲ τῶν περὶ Ἄνθην καὶ Ὑπέρην αὐτόθι κατοικούντων Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. Εἶχε δ´ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,

«Πῖν´ οἶνον τρυγίαν,
ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ´ ἱερὰν Ὑπέραν, ὅθι κ´
ἄτρυγον οἶνον ἔπινες.»

Ταῦτα μὲν ὁ Ἀριστοτέλης. Ὁ δὲ Μνασιγείτων φησὶν Ὑπέρητος ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὸν Ὑπέρην κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον [ἢ Ἄδραστον] ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. Ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῷ ἀδελφῷ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὸν ἡσυχῆ

«Πῖν´ οἶνον τρυγίαν,
ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.»


20. Τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;

Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις | τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδόμῳ δ´ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. Ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων «ὁ παρὰ δρυῒ σκότος» διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.


21. Τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;

Τυρρηνούς φασι τοὺς τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτ´ ἐκπεσόντας εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμιξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δ´ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικὴν μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν ἔχοντας. Ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. Τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δέ «κατακαύτας». Εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθ´ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδ´ ἀφαιρεῖσθαι.


22. Τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;

Κόθος καὶ Αἶκλος οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. Ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. Ἀποβὰς οὖν μετ´ ὀλίγον ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλασσαν· συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν. Ὡς δ´ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρ´ αὐτῶν· οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμαῖθεν ἰδίδοσαν καὶ τὸ παίγνια λαβόντες ἀπηλλάγησαν. Οἱ δ´ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπ´ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας. Ἐτάφησαν δὲ παρὰ τὴν ὁδόν, ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος «τάφος παίδων» καλεῖται.


23. Τίς ὁ μιξαρχαγέτας ἐν Ἄργει καὶ τίνες οἱ ἐλάσιοι;

«Μιξαρχαγέταν» τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρ´ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. Τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας «ἐλασίους» μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.


24. Τί τὸ παρ´ Ἀργείοις λεγόμενον ἔγκνισμα;

Τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ † Ἀπόλλωνι † θύειν, ἡμέραις δ´ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. Νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, οὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν· τοῦ δ´ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρ´ ἑτέρων δ´ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν «ἔγκνισμα» προσαγορεύοντες.


25. Τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;

Οὐ γὰρ πειστέον τοῖς λέγουσιν «ἀλιτηρίους» κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλ´ «ἀλάστωρ» μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, «ἀλιτήριος» δ´ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. *** ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.


26. Τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἴνου τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων «Μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν»;

Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθακίαν, εἶτα περὶ τὴν Μολοσσίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως ἄγοντος αὐτούς. Ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. Ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλ´ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.


27. Τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ;

Ἦ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγύησεν Ὀκριδίωνι; Κέρκαφος δ´ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα (διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς νύμφας), ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. Τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. Τοῖς δὲ Ῥοδίοις ἔθος κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν.


28. Τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδ´ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι;

Ἦ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπ´ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθῃ κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. Ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν, ἀπαντήσας θ´ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ δ´ Ἀχιλλεὺς πεσόντα γνωρίσας τὸν μὲν οἰκέτην ἀπέκτεινεν, ὅτι παρὼν οὐκ ἀνέμνησε· τὸν δὲ Τένην ἔθαψεν, οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτ´ αὐλητὴς εἴσεισιν οὔτ´ Ἀχιλλεὺς ὀνομάζεται.


29. Τίς ὁ παρ´ Ἐπιδαμνίοις πωλήτης;

Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμιγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθ´ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρ´ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις «πωλήτης» προσαγορευόμενος.


30. Τίς ἡ περὶ Θρᾴκην † Ἀραοῦ ἀκτή;

Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δ´ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι δύο κατασκόπους ἔπεμψαν. Ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ᾐσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δ´ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος † μετὰ βολῆς Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. Ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. Ἐπεὶ δ´ οἱ μὲν Ἐρυθραῖοι καὶ οἱ Σάμιοι τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατ´ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρ´ αὐτῶν· καὶ διὰ τοῦτο προσηγόρευσαν «ἀκτὴν † Ἀραίνου», πρότερον ὀνομαζομένην Δράκοντος.


31. Διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;

Ἦ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης, ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;


32. Τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;

Τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννους καταλυθέντων ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. Κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτ´ «ἀειναῦται» προσηγορεύθησαν.


33. Τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον «ἀκμαίων λέσχην» καλοῦσι;

Τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δ´ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς. Ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.


34. Τίς ὁ βοῦν εὐεργέτῃ θύσας;

Πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. Τούτῳ οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηθὲν δεόμενος, ἀλλὰ πεισθεὶς ὑπ´ αὐτοῦ καὶ οἰκτείρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων τοῦ πρεσβύτου κελεύσαντος. Ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. Ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τά τ´ ἄλλ´ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. Ὃ καὶ παροιμιαζόμενοι λέγουσιν

«Οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ´ ἢ Πυρρίας.»


35. Τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις «ἴωμεν εἰς Ἀθήνας»;

Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, | αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικεῖν, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. Ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρ´ ἑαυτῷ λατρεύοντας. Ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. Ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς «ἴωμεν εἰς Ἀθήνας».


36. Διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίνεσθαι πρὸς αὐτάς;

Ἔχει δ´ οὕτως ὁ ὕμνος

«Ἐλθεῖν, ἦρ´, ὦ Διόνυσε, ἅλιον ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ δύων.»

εἶτα δὶς ἐπᾴδουσιν

«Ἄξιε ταῦρε.»

Πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν; ἢ τῷ μεγάλῳ ποδί «βοέῳ» λέγουσιν, ὡς «βοῶπιν» ὁ ποιητὴς (Α et passim) τὴν μεγαλόφθαλμον καὶ «βουγάιον» τὸν μεγάλαυχον; ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κέρας φο〈βε〉ρόν [ἐπιβλαβές], οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;


37. Διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος;

Ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δ´ υἱὸν [Ἐφίππου] Ἀκέστορα. Ποίμανδρος τοίνυν ὁ Ἐφίππου πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε. Παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. Ὀργισθεὶς δ´ ὁ Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἐπικείμενος· τοῦτον ἀνασπάσας ὑπ´ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. Ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν τῶν Ἀχαιῶν. Ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον. Ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν ὄντας. Ὑφ´ ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρ´ Ἐλεφήνορι τὸν φόνον ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν.


38. Τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες αἱ Ὀλεῖαι;

Τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι· κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους «Ψολόεις», αὐτὰς δ´ «Ὀλείας» οἷον ὀλοάς. Καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. Καὶ γίνεται παρ´ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ Διονύσου ξίφος ἔχοντος. Ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφ´ ἡμῶν Ζωίλος ὁ ἱερεύς. Ἀπέβη δ´ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλ´ ὅ τε Ζωίλος ἐκ τοῦ τυχόντος ἑλκυδρίου νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἵ τ´ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.


39. Διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δ´ ὑπ´ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;

Πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τό «εἰς Ἐλευθεράς», οἷον τό

«Εἰς Ἀμελοῦς χώραν»

καὶ τό

«Ἥξεις εἰς Ἀρέσαντος ἕδος;»

ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος παίδων Ἐλευθὴρ καὶ Λεβεάδος οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλ´ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους. Ἢ ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς, ἐμβάντας τινὰς κατ´ ἄγνοιαν ὑπ´ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι· ἀφ´ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. Τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε δὲ πίστιν ἰσχυράν. Πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν; ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάς, τῶν δ´ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δ´ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος, καὶ τοῦτ´ αἰνιττόμενοι λέγουσι; καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς καλεῖται. Διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ τοῦ πολέμου καὶ φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον.


40. Τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;

Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. Καλὸς δ´ ὢν καὶ δίκαιος οὐχ ἧττον ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δ´ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων, ἀνεψιὰν οὖσαν. Ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατ´ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. Ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. Ὁ δ´ Ἐλιεὺς ἐκείνους ἔδησεν· ἡ δ´ Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δ´ οἰκτείρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε. Τοῦ δ´ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. Ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.


41. Πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;

Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτ´ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσίν, ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι τῷ Ἡρακλεῖ κατέφυγε, καὶ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. Ὁ δ´ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. Ὠνομάσθη δ´ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. Καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀπ´ αὐτοῦ Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἧς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν «παρθένους» προσαγορεύοντες.


42. Ἀπὸ τίνος ἐρρήθη τὸ παροιμιῶδες Αὕτα κυρία;

Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δ´ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν «ἅδε» εἶπε «κρείσσων»· οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. Προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος † ἐν Ῥυτίνῳ †, τοῦ κήρυκος «αὗται πλείους» εἰπόντος, «ἀλλ´ αὗται» φάναι «βελτίους» καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.


43. Πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;

Διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δ´ ἐστὶν εἰρημένον. Ἴστρος δ´ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη περὶ τὸ Ἀλαλκομένειον ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτ´ ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.


44. Τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι;

Τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ τοῦ χειμῶνος. Ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δ´ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατ´ οἰκίαν ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. Ταῦτ´ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους «θιάσους», ἐν ᾗ καθ´ αὑτοὺς ἐφ´ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δ´ οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου «μονοφάγοι» καλοῦνται.


45. Διὰ τί τοῦ Λαβρανδέως Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν πεποίηται;

Ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον δέδωκεν. Οἱ δὲ μετ´ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. Ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διαφθείρει, καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. Καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ «λάβρυν» τὸν πέλεκυν ὀνομάζουσι.


46. Διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν ὄροβον καὶ χρῶνται μάλιστα πρὸς τὰς ἀφοσιώσεις καὶ τοὺς καθαρμούς;

Ἦ ὅτι Λέλεγες καὶ Μινύαι τὸ παλαιὸν ἐξελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατεῖχον, ὕστερον δ´ οἱ Τραλλιανοὶ κατελθόντες καὶ κρατήσαντες, ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδ´ ἔφυγον ἀλλὰ δι´ ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τούτων οὐδένα λόγον ἔχοντες οὔτε ζώντων οὔτ´ ἀπολλυμένων, νόμον ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λέλεγα Τραλλιανῶν καθαρὸν εἶναι, μέδιμνον ὀρόβων ἀπομετρήσαντα τοῖς οἰκείοις τοῦ φονευθέντος;


47. «Διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδές ἐστι τό «δεινότερα Σαμβίκου παθεῖν»;

Λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφ´ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν· τοῦτο δ´ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δ´ Ἀριστάρχειον. Εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι δι´ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.


48. Διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν Λευκιππίδων ἱερὸν ἵδρυται τοῦ Ὀδυσσέως ἡρῷον;

Ἐργίαιος, εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ Τημένου πεισθεὶς ἐξέκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος· ἦν δ´ οὗτος εἷς τῶν Τημένου συνήθων. Ὕστερον δὲ τῷ Τημένῳ γενόμενος δι´ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα μετέστη τὸ παλλάδιον κομίζων. Οἱ δὲ βασιλεῖς δεξάμενοι προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς. Ἀνελόντος δὲ τοῦ θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον φύλακα ποιεῖσθαι κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως τε καὶ προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες.


49. Διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δ´ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν;

Πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως· Ζειποίτου δὲ βασιλεύοντος αὐτῶν, πανστρατιᾷ καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν. Ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπ´ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δ´ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ δι´ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας. Αἱ δὲ γεγαμημέναι δι´ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.


50. Διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;

Ἦ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;


51. Διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;

Ἦ ὅτι τοὺς πρώτους ὑπ´ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ ἀχράδες μετωνομάσθησαν.


52. Τίς ἡ αἰτία, δι´ ἣν Ἠλεῖοι τὰς † ἐνόδας † ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν;

Ἦ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτ´ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππον ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;


53. Διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ ἀργύριον;

Ἦ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται;


54. Τίς ἡ αἰτία, δι´ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι;

Πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν· ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπ´ ἐμπορίαν καὶ μέλλοντα γεμίζειν *** τὴν Ἀφροδίτην κελεύειν ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην· πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν, ἐκ δὲ τούτου κατασκευάσας τὴν θεὸν ἀφ´ ἑαυτοῦ προσηγόρευσεν; εἰ δὴ τοῦτ´ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι δι´ ἑνὸς ἡ θεὸς θελήσασα.


55. Διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ χαριδότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν;

Ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο, καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον ἐκράτησαν τῶν πολεμίων οἱ Σάμιοι.


56. Ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται;

Ἦ ὅτι φεύγουσαι Διόνυσον αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπεσον· ὁ δὲ ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δ´ ἐλεφάντων ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ὑπ´ ἐκείνων ῥαγῆναι, φθεγγομένων μέγα τι καὶ διάτορον.


57. Ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται;

Τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων, πέδας κομίζοντες ὡς λέγεται ἐπὶ τοὺς αἰχμαλώτους. Ταῦτα δ´ οἱ γεωμόροι πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα. Τούτων ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν· οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους. Ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν. Ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους. Λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθ´ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι· βουλευομένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδ´ ἐκβαίνωσιν αὐτῶν ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων. Οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς δι´ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων. Εἶτα σημείου δοθέντος οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. Οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου «πεδήτης» ὁ οἶκος ὠνομάσθη.


58. Διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;

Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν νεῶν διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας. Ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος· ὁ δ´ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν Ἡερακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. Καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δ´ Ἕλληνες τῷ Ἡρακλεῖ μάχην καρτερὰν συνῆψαν. Ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμεος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. Ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, ἀνέλαβε στολὴν ἀνθίνην. Διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.


59. Πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν;

Ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλίσθησαν ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις. Τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. Οἱ μὲν οὖν Μεγαρεῖς δι´ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δ´ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν. Οἱ δ´ ἀπὸ τοῦ γένους «ἁμαξοκυλισταί» προσηγορεύθησαν.