Ύμνοι και Επιθαλάμια



Ύμνοι - Επιθαλάμια
H. T. Wharton (1895), αποσπάσματα



Απόσπασμα 2 - Ωδή εις Ανακτορία

Επεξεργασία

Φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν᾽ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
[5]καὶ γελαίσας ἰμέροεν. τό μ᾽ ἦ μάν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
ὢς γὰρ ἔς σ᾽ ἴδω βρόχε᾽, ὤς με φώνη-
σ᾽ οὖδεν ἔτ᾽ εἴκει,
ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον
[10]δ᾽ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμακεν,
ὀππάτεσσι δ᾽ οὖδεν ὄρημμ᾽, ἐπιρρόμ-
βεισι δ᾽ ἄκουαι,
ἀ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δέ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
[15]ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης
φαίνομ᾽ ἔμ᾽ αὔται·
ἀλλὰ πᾶν τόλματον, ἐπεὶ +καὶ πένητα


Απόσπασμα 3

Επεξεργασία
Αστέρες μέν ἀμφι κάλαν σελάνναν
αἶψ' ἀπυκρύπτοισι φάεννον εἶδος,
ὄπποτα πλήθοισα μάλιστα λάμπης
ἀργύρια γᾶν.


Απόσπασμα 4

Επεξεργασία

...ὀρράνοθεν...
...κατίοισα...
δεῦρύ μ᾽ ἐκ Κρήτας ἐπὶ τόνδε ναῦον
ἄγνον ὄππαι δὴ χάριεν μὲν ἄλσος
[5]μαλίαν, βῶμοι δ᾽ ἔνι θυμιάμε-
νοι λιβανώτω
ἐν δ᾽ ὔδωρ ψῦχρον κελάδει δι᾽ ὔσδων
μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος
κασσκιάσθ᾽, αἰσθυσσομένων δὲ φύλλων
[10]κῶμα κατέρρει
ἐν δὲ λείμων ἰππόβοτος τέθαλε
ἠρίνοισιν ἄνθεσιν, αἰ δ᾽ ἄηται
μέλλιχα πνέοισι...

Απόσπασμα 5

Επεξεργασία
ἔλθε δὴ σὺ στέμματ᾽ ἔλοισα, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως
συμμεμείχμενον θαλίαισι νέκταρ
οἰνοχόεισα.

Απόσπασμα 6

Επεξεργασία

Ἤ σε Κύπρος καὶ Πάφος ἢ Πάνορμος.

Απόσπασμα 7

Επεξεργασία
Σοὶ δ' ἔγω λεύκας ἐπὶ βῶμον αἶγος
. . .
κἀπιλείψω τοι...

Κέλομαι σε, Γογγύλα

Επεξεργασία

κέλομαι σ᾽ ἀείδην
Γογγύλαν Ἄβανθι λάβοισα μα...
πᾶκτιν, ἆς σε δηὖτε πόθος τ...
ἀμφιπόταται
[5]τὰν κάλαν· ἀ γὰρ κατάγωγις αὔτας σ᾽
ἐπτόαισ᾽ ἴδοισαν, ἔγω δὲ χαίρω·
καὶ γὰραὔτα δήποτ᾽ ἐμέμφετ᾽ ἄγνα
Κυπρογένηα...

Απόσπασμα 9

Επεξεργασία
Αἴθ' ἔγω, χρυσοστέφαν' Ἀφρόδιτα,
τόνδε τὸν πάλον λαχόην.

Απόσπασμα 10

Επεξεργασία
Αἴ με τιμίαν ἐπόησαν ἔργα
τὰ σφὰ δοῖσαι.

Απόσπασμα 11 - Ταις έμαις εταίραις

Επεξεργασία
Τάδε νῦν ἐταίραις
ταῖς ἔμαισι τέρπνα κάλως ἀείσω.

Απόσπασμα 12

Επεξεργασία
Ὄττινας γὰρ
εὖ θέω, κῆνοί με μάλιστα σίννον-
ται ....

Απόσπασμα 13

Επεξεργασία
Ἔγω δὲ κήν' ὄτ-
τω τις ἔραται.

Απόσπασμα 14

Επεξεργασία
Ταῖς κάλαις υμμιν τὸ νόημα τὦμον
οἰ διάμειπτον.

Απόσπασμα 15

Επεξεργασία
Ἔγων δ' ἐμαύτᾳ
τοῦτο σύνοιδα.

Απόσπασμα 16 - Φίλτατον Γαίας γένος Ὀρράνω τε

Επεξεργασία

Οἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων
οἰ δὲ νάων φαῖσ᾽ ἐπὶ γᾶν μέλαιναν
ἔμμεναι κάλλιστον, ἔγω δὲ κῆν᾽ ὄτ-
τω τις ἔραται·
[5]πάγχυ δ᾽ εὔμαρες σύνετον πόησαι
πάντι τοῦτ᾽, ἀ γὰρ πόλυ περσκέθοισα
κάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα
τὸν πανάριστον
καλλίποισ᾽ ἔβα ᾽ς Τροΐαν πλέοισα
[10]κωὐδὲ παῖδος οὐδὲ φίλων τοκήων
πάμπαν ἐμνάσθη, ἀλλὰ παράγαγ᾽ αὔταν
τὰν ἀ?έκοισαν
Κύπρις· εὔκαμπτον γὰρ...
...
[15]κἄμε νῦν Ἀνακτορίας ὀνέμναι-
σ᾽ οὐ παρεοίσας,
τᾶς κε βολλοίμαν ἔρατόν τε βᾶμα
κἀμάρυχμα λάμπρον ἴδην προσώπω
ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι
[20]πεσδομάχεντας.

Απόσπασμα 17

Επεξεργασία
κατ' ἔμον στάλαγμον·
Τὸν δ ἐπιπλάζοντες ἄμοι φέροιεν
καὶ μελεδώναις.

Απόσπασμα 18

Επεξεργασία

Ἀρτίως μ' ἀ χρυσοπέδιλλος Αὔως.

Απόσπασμα 19

Επεξεργασία
Πόδας δέ
ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι-
ον κάλον ἔργον.


Απόσπασμα 26

Επεξεργασία
Κεῖνον, ῶ χρυσόθρονε Μοῦσ', ἔνισπες
ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
Τήιος χώρας ὃν ἄειδε τερπνῶς
πρέσβυς ἀγαυός.

Απόσπασμα 27

Επεξεργασία
σκιδναμένας ἐν στήθεσιν ὄργας
μαψυλάκαν γλῶσσαν πεφύλαχθαι.

Απόσπασμα 28 - Θέλω τι τ' είπην

Επεξεργασία
Α´.
θέλω τί τ᾽ εἴπην, ἀλλά με κωλύει
αἴδως.
Β´.
αἰ δ᾽ ἦχες ἔσλων ἴμερον ἢ κάλων,
καὶ μή τί τ᾽ εἴπην γλῶσσ᾽ ἐκύκα κάκον,
αἴδως κε νῦν σ᾽ οὐκ ἦχεν ὄππατ᾽,
ἀλλ᾽ ἔλεγες περὶ τῶ δικαίως.

Απόσπασμα 29

Επεξεργασία
Στᾶθι κἄντα φίλος . . .
καὶ τὰν ἐπ' ὄσσοις ἀμπέτασον χάριν.

Απόσπασμα 30

Επεξεργασία

Χρύσεοι δ' ἐρέβινθοι ἐπ' ἀϊόνων ἐφύοντο.

Απόσπασμα 31 - Λητώ και Νιόβη

Επεξεργασία

Λάτω καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἔταιραι.

Απόσπασμα 32

Επεξεργασία

Μνάσεσθαί τινά φαμι καὶ ὔστερον ἄμμεων.

Απόσπασμα 33

Επεξεργασία
Ἠράμαν μὲν ἔγω σέθεν, Ἄτθι, πάλαι πότα.
Σμίκρα μοι πάϊς ἔμμεν ἐφαίνεο κἄχαρις.

Απόσπασμα 36

Επεξεργασία

Οὐκ οἶδ' οττι θέω· δύο μοι τα νοήματα.

Απόσπασμα 37

Επεξεργασία

Ψαύην δ' οὐ δοκίμοιμ' ὀράνω δύσι πάχεσιν.

Απόσπασμα 38

Επεξεργασία

Ὠς δὲ παῖς πεδα μάτερα πεπτερύγωμαι.

Απόσπασμα 39

Επεξεργασία

Ἦρος ἄγγελος ἰμερόφωνος ἀήδων.

Απόσπασμα 40-41

Επεξεργασία
Ἔρος δηὖτέ μ᾽ ὀ λυσιμέλης δόνει
γλυκύπικρον ἀμάχανον ὄρπετον,
Ἄτθι, σοὶ δ᾽ ἔμεθεν μὲν ἀπήχθετο
φροντίσδην, ἐπὶ δ᾽ Ἀνδρομέδαν πότηι.

Απόσπασμα 42

Επεξεργασία
Ἔρος δ᾽ ἐτίναξέ μοι
φρένας, ὠς ἄνεμος κὰτ ὄρος δρύσιν ἐμπέτων.


(Ο Έρωτας μου συντάραξε το νου καθώς) αγέρας
όταν μες στα βουνά μ' ορμή πάνω στα δέντρα πέσει.
Μετάφραση: Ηλ. Βουτιερίδης


Απόσπασμα 44

Επεξεργασία
χειρόμακτρα δὲ καγγόνων
πορφύρα καταΰτμενα,
καὶ ταῦτα μὲν ἀτιμάσεις,
...ἔπεμψ᾽ ἀπὺ Φωκάας
δῶρα τίμια λαγγόνων.

Απόσπασμα 45

Επεξεργασία
Ἄγε δὴ χέλυ δῖά μοι
φωνάεσσα γένοιο.

Απόσπασμα 46

Επεξεργασία
Κἀπάλαις ὑποθύμιδας
πλέκταις ἀμπ' ἀπάλᾳ δέρα

Απόσπασμα 47

Επεξεργασία

Γέλλως παιδοφιλωτέρα.

Απόσπασμα 48

Επεξεργασία
ἦλθες, κάλ' ἐπόησας, ἔγω δέ σ᾿ ἐμαιόμαν,
ὂν δ᾿ ἔφλυξας ἔμαν φρένα καιομέναν πόθωι
χαῖρε πόλλα . . ἰσάριθμά τε τῶι χρόνωι

Απόσπασμα 50

Επεξεργασία
Ἔγω δ' ἐπὶ μαλθάκαν
τύλαν σπολέω μέλεα.

Απόσπασμα 51

Επεξεργασία

κῆ δ᾽ ἀμβροσίας μὲν
κράτηρ ἐκέκρατ᾽,
Ἔρμαις δ᾽ ἔλων ὄλπιν θέοισ᾽ ἐοινοχόησε.
κῆνοι δ᾽ ἄρα πάντες
[5]καρχάσι᾽ ἦχον
κἄλειβον· ἀράσαντο δὲ πάμπαν ἔσλα
τῶι γάμβρωι.

Απόσπασμα 52 - Δέδυκε μεν α σελάννα

Επεξεργασία
Δέδυκε μὲν ἀ σελάννα
καὶ Πληίαδες· μέσαι δὲ
νύκτες, παρὰ δ᾽ ἔρχετ᾽ ὤρα·
ἔγω δὲ μόνα κατεύδω.

Απόσπασμα 53

Επεξεργασία
Πλήρης μὲν ἐφαίνετ᾽ ἀ σελάννα·
αἲ δ᾽ ὠς περὶ βῶμον ἐστάθησαν

Απόσπασμα 54

Επεξεργασία
Κρῆσσαί νύ ποτ᾽ ὦδ᾽ ἐμμελέως πόδεσσιν
ὤρχεντ᾽ ἀπάλοισ᾽ ἀμφ᾽ ἐπόεντα βῶμον
ποίας τέρεν ἄνθος μάλακον μάτεισαι.

Απόσπασμα 55

Επεξεργασία

Ἄβρα δηὖτε παχήᾳ σπόλᾳ ἀλλόμαν.

Απόσπασμα 56

Επεξεργασία
Φαῖσι δή ποτα Λήδαν ὐακινθίνων
[ὐπ' ἀνθέων] πεπυκαδμένον
εὔρην ὤιον.

Απόσπασμα 57

Επεξεργασία

Ὀφθάλμοις δὲ μέλαις νύκτος ἄωρος.

Απόσπασμα 59

Επεξεργασία

Ψάπφοι, τί τὰν πολύολβον Ἀφρόδιταν;

Απόσπασμα 60

Επεξεργασία

Δεῦτέ νυν, ἄβραι Χάριτες, καλλίκομοί τε Μοῖσαι.

Απόσπασμα 62 - Κατθνάσκει, Κυθέρηα

Επεξεργασία
κατθνάσκει, Κυθέρη᾿, ἄβρος Ἄδωνις· τί κε θεῖμεν;
καττύπτεσθε, κόραι, καὶ κατερείκεσθε χίτωνας.

Απόσπασμα 64

Επεξεργασία

Ἔλθοντ' εξ ὀράνω πορφυρίαν ἔχοντα περθέμενον χλάμυν.

Απόσπασμα 65

Επεξεργασία

Βροδοπάχεες ἄγναι Χάριτες, δεῦτε Δίος κόραι.

Απόσπασμα 67

Επεξεργασία
Πόλλα δ' ἀνάριθμα
ποτήρια καλαίφις.

Απόσπασμα 68 - Κατθάνοισα δε κείσηι

Επεξεργασία
Κατθάνοισα δὲ κείσηι οὐδέ ποτα μναμοσύνα σέθεν
ἔσσετ᾿ οὐδὲ †ποκ᾿† ὔστερον· οὐ γὰρ πεδέχηις βρόδων
τὼν ἐκ Πιερίας, ἀλλ᾿ ἀφάνης κἀν Ἀίδα δόμωι
φοιτάσηις πεδ᾿ ἀμαύρων νεκύων ἐκπεποταμένα.

Απόσπασμα 69

Επεξεργασία
Οὐδ' ἴαν δοκίμοιμι προσίδοισαν φάος ἀλίω
ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον
τοιαύταν.

Απόσπασμα 70

Επεξεργασία
Τίς δ' ἀγροιῶτίς τοι θέλγει νόον,
οὐκ ἐπισταμένα τὰ βράκε' ἔλκην ἐπὶ τῶν σφύρων;

Απόσπασμα 73

Επεξεργασία

Αὐτὰρ ὀραῖαι στεφανηπλόκευν.

Απόσπασμα 75

Επεξεργασία
ἀλλ᾽ ἔων φίλος ἄμμι λέχος ἄρνυσο νεώτερον·
οὐ γὰρ τλάσομ᾽ ἔγω συνοίκην ἔοισα γεραιτέρα.

Απόσπασμα 76

Επεξεργασία

Εὐμορφοτέρα, Μνασιδίκα, τᾶς ἀπάλας Γυρίννως.

Απόσπασμα 78 - Συ δε στεφάνοις, Ω Δίκα

Επεξεργασία
σὺ δὲ στεφάνοις, ὦ Δίκα, πέρθεσθ᾿ ἐράτοις φόβαισιν
ὄρπακας ἀνήτω συναέρραισ᾿ ἀπάλαισι χέρσιν·
εὐάνθεα γὰρ δὴ πέλεται, καὶ Χάριτες μάκαιραι
μᾶλλον ποτόρην, ἀστεφανώτοισι δ᾿ ἀπυστρέφονται.

Απόσπασμα 79

Επεξεργασία
Ἐγὼ δὲ φίλημ' ἀβροσύναν, καί μοι τὸ λάμπρον
ἔρος ἀελίω καὶ τὸ κάλον λέλογχεν.

Απόσπασμα 83

Επεξεργασία
Δαύοις ἀπάλας ἐτάρας
ἐν στήθεσιν ...

Απόσπασμα 84

Επεξεργασία

Δεῦρο δηὖτε Μοῖσαι, χρύσιον λίποισαι.

Απόσπασμα 85 - Κλεΐς

Επεξεργασία
Ἔστι μοι κάλα πάϊς, χρυσίοισιν ἀνθέμοισιν
ἐμφέρην ἔχοισα μόρφαν, Κλῆϊς' ἀγαπάτα,
ἀντί τᾶς ἔγω οὐδὲ Λυδίαν παῖσαν οὐδ' ἔρανναν.

Απόσπασμα 87

Επεξεργασία

Ζὰ δ' ἐλεξάμαν ὄναρ Κυπρογενήᾳ.

Τεθνάκην δ' αδόλως θέλω

Επεξεργασία

...
τεθνάκην δ᾽ ἀδόλως θέλω.
ἄ με ψισδομένα κατελίμπανεν
πόλλα, καὶ τόδ᾽ ἔειπέ [μοι·
[5]«ὤιμ᾽ ὠς δεῖνα πεπ[όνθ]αμεν,
Ψάπφ᾽· ἦ μάν σ᾽ ἀέκοισ᾽ ἀπυλιμπάνω.»
τὰν δ᾽ ἔγω τάδ᾽ ἀμειβόμαν·
«χαίροισ᾽ ἔρχεο κἄμεθεν
μέμναισ᾽, οἶσθα γάρ, ὤς <σ>ε πεδήπομεν.
[10]αἰ δὲ μή, ἀλλά σ᾽ ἔγω θέλω
ὄμναισαι [. . .]δ[. . .]θεαι,
...καὶ κάλ᾽ ἐπάσχομεν·
πόλλοις γὰρ στεφάνοις ἴων
καὶ βρόδων πλοκίων τ᾽ ὔμοι
[15]καὶ...παρ᾽ ἔμοι περεθήκαο
καὶ πόλλαις ὐπαθύμιδας
πλέκταις ἀμφ᾽ ἀπάλαι δέραι
ἀνθέων ἐράτων πεποημέναις.
καὶ πόλλωι λιπάρως μύρωι
[20]βρενθείωι τε κάλον χρόα
ἐξαλείψαο καὶ βασιληίωι,
καὶ στρώμναν ἐπὶ μολθάκαν
ἀπάλαν...
ἐξίης πόθον...
[25]κωὔτε τις...οὔτε τι
ἶρων οὐδ᾽ ὐ...
ἔπλετ᾽, ὄπποθεν ἄμμες ἀπέσκομεν·

Απόσπασμα 90 - Γλύκηα μάτερ

Επεξεργασία
Γλύκηα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἴστον
πόθωι δάμεισα παῖδος βραδίναν δι᾽ Ἀφροδίταν.


Γλυκιά μου μάνα, δεν μπορώ στον αργαλιό να υφαίνω.
αγάπη μ' έπιασε βαριά για νιό χαριτωμένο.
Μετάφραση: Σιμ. Μενάρδος

Επιθαλάμια

Επεξεργασία

Απόσπασμα 91 - Υμήναον

Επεξεργασία

Ἴψοι δὴ τὸ μέλαθρον,
ὐμήναον,
ἀέρρατε, τέκτονες ἄνδρες·
ὐμήναον.
[5]γάμβρος ἔρχεται ἶσος Ἄρευι,
ὐμήναον,
ἄνδρος μεγάλω πόλυ μέσδων.
ὐμήναον.

Απόσπασμα 92

Επεξεργασία

Πέρροχος, ὠς ὄτ' ἄοιδος ὀ Λέσβιος ἀλλοδάποισιν.

Απόσπασμα 93

Επεξεργασία
οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρωι ἐπ᾽ ὔσδωι,
ἄκρον ἐπ᾽ ἀκροτάτωι, λελάθοντο δὲ μαλοδρόπηες·
οὐ μὰν ἐκλελάθοντ᾽, ἀλλ᾽ οὐκ ἐδύναντ᾽ ἐπίκεσθαι

Απόσπασμα 94

Επεξεργασία
Οἴαν τὰν υάκινθον ἐν οὔρεσι ποίμενες ἄνδρες
πόσσι καταστείβοισι, χάμαι δ' ἐπιπορφύρει ἄνθος.

Απόσπασμα 95 - Έσπερε, πάντα φέρηις

Επεξεργασία
Ἔσπερε, πάντα φέρηις, ὄσα φαίνολις ἐσκέδασ᾽ αὔως,
φέρηις ὄιν,
φέρηις αἶγα, φέρηις ἄπυ μάτερι παῖδα.

Απόσπασμα 96 - Αειπάρθενος έσσομαι

Επεξεργασία

...
Φοίβωι χρυσοκόμαι, τὸν ἔτικτε Κόω κόρα
μίγεισ᾽ εὐρυβίαι Κρονίδαι μεγαλωνύμωι
Ἄρτεμις δὲ θέων μέγαν ὄρκον ἐπώμοσε
[5]νὴ τὰν σὰν κεφάλαν, ἀϊπάρθενος ἔσσομαι
ἄδμης οἰοπόλων ὀρέων κορύφαισ᾽ ἔπι
θηρεύοισ᾽· ἄγι καὶ τάδε νεῦσον ἔμαν χάριν.
ὢς εἶπ᾽· αὐτὰρ ἔνευσε θέων μακάρων πάτηρ.
πάρθενον δ᾽ ἐλαφάβολον ἀγροτέραν θέοι
[10]ἄνθρωποί τε κάλεισιν ἐπωνύμιον μέγα.
κήναι λυσιμέλης Ἔρος οὐδάμα πίλναται·

Αριγνώτα

Επεξεργασία

...
...ἀπὺ Σαρδίων
πόλλακι τυῖδε νῶν ἔχοισα.
ὠς πεδεζώομεν· βεβάως ἔχεν
σὲ θέαισ᾽ ἰκέλαν Ἀρι-
[5]γνώτα, σᾶι δὲ μάλιστ᾽ ἔχαιρε μόλπαι.
νῦν δὲ Λύδαισιν ἐνπρέπεται γυναί-
κεσσιν, ὠς ὄτ᾽ ἀελίω
δύντος ἀ βροδοδάκτυλος σελάννα
πάντα περρέχοισ᾽ ἄστρα, φάος δ᾽ ἐπί-
[10]σχει θάλασσαν ἐπ᾽ ἀλμύραν
ἴσως καὶ πολυανθέμοις ἀρούραις.
ἀ δ᾽ ἐέρσα κάλα κέχυται, τεθά-
λαισι δὲ βρόδα κἄπαλ᾽ ἄν-
θρυσκα καὶ μελίλωτος ἀνθεμώδης.
[15]πόλλα δὲ ζαφοίταισ᾽ ἀγάνας ἐπι-
μνάσθεισ᾽ Ἄτθιδος ἰμέρωι
λέπταν ποι φρένα, κῆρ δ᾽ ἄσα βόρηται.

Απόσπασμα 98

Επεξεργασία
Θυρώρῳ πόδες ἐπτορόγυιοι,
τὰ δὲ σάμβαλα πεμπεβόηα,
πίσυγγοι δὲ δέκ' ἐξεπόνασαν.

Απόσπασμα 99 - Όλβιε γάμβρε

Επεξεργασία

Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο
ἐκτετέλεστ᾽, ἔχηις δὲ πάρθενον, ἂν ἄραο.
σοὶ χάριεν μὲν εἶδος, ὄππατα δ᾽ ἐστί, νύμφα,
μέλλιχ᾽, ἔρος δ᾽ ἐπ᾽ ἰμέρτωι κέχυται προσώπωι.
[5]...τετίμακ᾽ ἔξοχά σ᾽ Ἀφροδίτα.


Γαμπρέ καλότυχε, έγινεν, ο γάμος σου ως ποθούσες,
κι είναι δική σου η κορασιά, που τόσον αγαπούσες.
.................................................
Χαριτωμένη έχεις ειδή κι όμορφα μάτια, νύφη,
και στο γλυκό σου πρόσωπον είναι ο έρωτας χυμένος
Τόσο πολύ ξεχωριστά σε τίμησε η Αφροδίτη
..................................................
Χαίρε, νυφούλα, κι ακριβέ γαμπρέ, χαίρε περίσσα.
Μετάφραση: Ηλ. Βουτιερίδης


Απόσπασμα 101

Επεξεργασία
ὀ μὲν γὰρ κάλος ὄσσον ἴδην πέλεται κάλος,
ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται.

Απόσπασμα 102

Επεξεργασία

Ἦρ' ἔτι παρθενίας ἐπιβάλλομαι;

Απόσπασμα 103

Επεξεργασία

Χαίροισα νύμφα, χαιρέτω δ' ὀ γάμβρος.

Απόσπασμα 104

Επεξεργασία
τίωι σ᾿, ὦ φίλε γάμβρε, κάλως ἐικάσδω;
ὄρπακι βραδίνωι σε μάλιστ᾿ ἐικάσδω.

Απόσπασμα 106

Επεξεργασία

Οὐ γαρ ἦν ἀτέρα πάϊς, ὦ γάμβρε, τοιαύτα.

Απόσπασμα 109 - Παρθενία, παρθενία

Επεξεργασία
-Παρθενία, παρθενία, ποῖ με λίποισ' ἀποίχῃ;
-Οὐκέτι ἥξω πρὸς σέ, οὐκετι ἥξω.

Κύπρι και Νηρήιδες

Επεξεργασία

Κύπρι καὶ Νηρήιδες, ἀβλάβην μοι
τὸν κασίγνητον δότε τύιδ᾽ ἴκεσθαι,
κὤσσα Ϝοι θύμωι κε θέλη γένεσθαι,
πάντα τελέσθην,
[5]ὄσσα δὲ πρ]όσθ᾽ ἄμβροτε, πάντα λῦσα[ι,
ὠς φίλοισι Ϝοῖσι χάραν γένεσθαι,
κὠνίαν ἔχθροισι· γένοιτο δ᾽ ἄμμι
πῆμά τι μήδεις.
τὰν κασιγνήταν δὲ θέλοι πόησθαι
[10]ἔμμορον τίμας, ὀνίαν δὲ λύγραν
ἐκλύοιτ᾽, ὄτοισι πάροιθ᾽ ἀχεύων
τὦμον ἐδάμνα

Πότνια Ήρα

Επεξεργασία

Πλάσιον δη μ᾽ εὐχομέναι φανείη,
πότνι᾽ Ἤρα, σὰ χαρίεσσα μόρφα,
τὰν ἀράταν Ἀτρέιδαι θέσαν, κλῆ-
τοι βασίληες.
[5]ἐκτελέσσαντες μάλα πόλλ᾽ ἄεθλα,
πρῶτα μὲν πὲρ Ἴλιον, ἔν τε πόντωι,
τύιδ᾽ ἀπορμάθεντες ὄδον περαίνην
οὐκ ἐδύναντο,
πρὶν σὲ καὶ Δί᾽ ἀντίαον κάλεσσαι
[10]καὶ Θυώνας ἰμερόεντα παῖδα·
νῦν δὲ κἄμοι πραϋμένης ἄρηξον
κὰτ τὸ πάλαιον.