Ὕλας
Συγγραφέας:


Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ᾽, ὡς ἐδοκεῦμες,
Νικία, ᾧτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο·
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται ἦμεν,
οἳ θνατοὶ πελόμεσθα τὸ δ᾽ αὔριον οὐκ ἐσορῶμες·
ἀλλὰ καὶ Ἀμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντ᾽ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
χωρὶς δ᾽ οὐδέποκ᾽ ἦς, οὔτ᾽ εἰ μέσον ἆμαρ ἄροιτο, 10
οὔδ᾽ ὅκχ᾽ ἁ λεύκιππος ἀνατρέχῃ ἐς Διὸς Ἀώς,
οὔδ᾽ ὁπόκ᾽ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁροιεν
σεισαμένας πτερὰ ματρὸς ἐπ᾽ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
αὐτῶ δ᾽ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ᾽ ἀποβαίη.

ἄλλ᾽ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰάσων
Αἰσονίδας, οἱ δ᾽ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι ὧν ὄφελός τι,

ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
Ἀλκμήνας υἱὸς Μιδεάτιδος ἡρωλινας, 20
σὺν δ᾽ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεξάϊε, βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν
αἰετὸς ὣς μέγα λαῖτμα· ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν.
ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνᾴσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς Ἀργώ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν 30
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
ἐκβάντες, δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινάν, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν·
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
ἔνθεν βούτομον ὀξὺ βαθύν τ᾽ ἐτάμοντο κύπειρον.
κᾤχεθ᾽ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων
αὐτῷ θ᾽ Ἡρακλῆϊ καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. Τάχα δὲ κράναν ἐνόησεν
ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει, 40
κυάνεόν τε χελιδόνιον χλωρόν τ᾽ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δ᾽ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
Νύμφαι ἀκοίμητοι, δεινὰ θεαὶ ἀγροιώταις,

Εὐνείκα καὶ Μαλὶς ἔαρ θ᾽ ὁρόωσα Νύχεια.
ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσόν
βάψαι ἐπειγόμενος· ταὶ δ᾽ ἐν χερὶ πᾶσαι ἔφυσαν·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί. κατήριπε δ᾽ ἐς μέλαν ὕδωρ
ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ᾽ οὐρανοῦ ἤριπεν ἀστὴρ 50
ἀθρόος ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις
«κουφότερ᾽ ὦ παῖδες ποιεῖσθ᾽ ὅπλα· πνευστικὸς ωὖρος.»
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντ᾽ ἀγανοῖσι παρεψύχοντ᾽ ἐπέεσσιν.
Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὰ χείρ.
τρὶς μὲν Ὕλαν ἄϋσεν, ὅσον βαθὺς ἤρυγε λαιμός·
τρὶς δ᾽ ἄρ᾽ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ᾽ ἵκετο φωνά
ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. 60
[ὡς δ᾽ ὁπότ᾽ ἠϋγένειος ἀπόπροθι λῖς ἐσακούσας]
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς 62
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
παῖδα ποθῶν δεδόνητο, πολὺν δ᾽ ἐπελάμβανε χῶρον·
σχέτλιοι οἱ φιλέοντες, ἀλώμενος ὅσσ᾽ ἐμόγησεν
οὔρεα καὶ δρυμούς, τὰ δ᾽ Ἰάσονος ὕστερα πάντ᾽ ἦς.
ναῦς γέμεν ἄρμεν᾽ ἔχοισα μετάρσια τῶν παρεόντων,

οὐρὸν δ᾽ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον 70
Ἡρακλῆα μένοντες. ὅ δ᾽ ᾇ πόδες ἆγον ἐχώρει
μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.

οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀριθμεῖται·
Ἡρακλέην δ᾽ ἥρωες ἐκερτόμεον λιποναύταν,
οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ·
πεζᾷ δ᾽ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.