Άλλα επιγράμματα Λουκιανού

Λουκιανού Επιγράμματα από το Μαρκιανό κώδικα 481
Συγγραφέας:
Eἰς τήν ἑαυτοῦ βίβλον «Λουκιανός τάδ΄ ἔγραψα παλαιά τε μωρά τε εἰδώς»


Η βραδυκίνητη απόφασηΕπεξεργασία

Η βραδύπους βουλή μέγ΄ ἀμείνων· ἡ δέ ταχεῖα
αἰέν ἐφελκομένη τήν μετάνοιαν ἔχειν.

Ἄρρητα ἔπεαΕπεξεργασία

Ἀρρήτων ἐπέων γλώσσῃ σφραγίς ἐπικείσθω·
κρείσσων γάρ μύθων ἤ κτεάνων φυλακή.

εἴδομεν ἐν δείπνω τήν μεγάλην σοφίανΕπεξεργασία

Τοῦ πωγωνοφόρου Κυνικοῦ, τοῦ βακτροπροσαίτου
εἴδομεν ἐν δείπνῳ τήν μεγάλην σοφίαν.
θέρμων μέν γάρ πρῶτον ἀπέσχετο καί ῥαφανίδων,
μή δεῖν δουλεύειν γαστρί λέγων ἀρετήν
εὖτε δ΄ ἔν ὀφθαλμοίσιν ἴδεν χιονώδεα βάλβαν (γαρδούμπα)
στρυφνήν, ἣ πινυτόν ἤδη ἔκλεπτε νόον,
ἤτησεν παρά προσδοκίαν καί ἔτρωγεν ἀληθῶς
καί οὐδέν ἔφη βόλβαν τήν αρετήν ἀδικείν.

Τάς μορφάς κλέπτεις μόνονΕπεξεργασία

Ζωγράφε, τάς μορφάς κλέπτεις μόνον· οὐ δύνασαι δέ
φωνήν συλῆσαι χρώματι πειθόμενος.

Διακριδόν νόημαΕπεξεργασία

μωρά γάρ ἔν ἀνθρώποις καί τά δοκοῦντα σοφά
οὐδέν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα
ἀλλ΄ ὅ σύ θαυμάζεις, τοῦθ΄ ἑτέροισι γέλως.

Θεούς οὐ λήσειςΕπεξεργασία

Ἀνθρώποις μέν ἴσως λήσεις (μέλ.του λανθάνομαι) ἄτοπόν τι ποιήσας
οὐ λήσεις δέ θεούς οὐδέ λογιζόμενος (ούτε καν να το σκεφτείς).

Παῖδα με πενταέτηρονΕπεξεργασία

Παῖδα με πενταέτηρον, ἀκηδέα θυμόν ἔχοντα

νηλειής  Ἀίδης  ἤρπασε Καλλίμαχον

ἀλλά με μή κλαίοις· καί γάρ βιότοι μετέσχον
παύρου καί παύρων (ελάχιστα) τῶν βιότοιο κακῶν.

Ῥήτωρ ΚαππαδόκηςΕπεξεργασία

Θᾶττον ἔην λευκούς κόρακας πτηνάς τε χελώνας
εὐρείν ἢ δόκιμον ῥήτορα Καππαδόκην. Φιλόστρατος β΄ ΙΓ΄1

Φαῦλος ἀνήρΕπεξεργασία

Φαῦλος ἀνήρ πίθος ἐστί τετρημένος, εἰς ὅν ἁπάσας
ἀντλῶν τάς χάριτας εἰς κενόν ἐξέχεας.

Ψύλλοι και λύχνοςΕπεξεργασία

Ἔσβεσε τόν λύχνον μῶρος ὑπό πολλῶν
δακνόμενος, λέξας· «Οὐκέτι με βλέπετε».