Ἄλκηστις
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Ευριπίδης και διδάχθηκε (παίχτηκε) το 438 π.Χ.

Η Τραγωδία "Άλκηστις" παρέχει πρότυπο γυναικείας συζυγικής αφοσίωσης. Η επώνυμη ηρωίδα θυσιάζεται υπέρ του ανδρός της Αδμήτου, Βασιλέως των Φερών. Όμως ο Ηρακλής κατόπιν μονομαχίας με τον θάνατο επαναγάγει αυτήν στη ζωή. Επειδή το δράμα αυτό ήταν το τελευταίο τετραλογίας πιθανόν να ήταν σατυρικό.


Πρόλογος

Επεξεργασία


Ἀπόλλων
Ὦ δώματ' Ἀδμήτει', ἐν οἷς ἔτλην ἐγὼ
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς    5

κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
θνητῷ παρ' ἀνδρὶ τῶνδ' ἄποιν' ἠνάγκασεν.
ἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένῳ,
καὶ τόνδ' ἔσῳζον οἶκον ἐς τόδ' ἡμέρας.
ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον    10

παιδὸς Φέρητος, ὃν θανεῖν ἐῤῥυσάμην,
Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
Ἄδμητον Ἅιδην τὸν παραυτίκ' ἐκφυγεῖν,
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
πάντας δ' ἐλέγξας καὶ διεξελθὼν φίλους,    15

<πατέρα γεραιάν θ' ἥ σφ' ἔτικτε μητέρα,>
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν
θανὼν πρὸ κείνου μηκέτ' εἰσορᾶν φάος·
ἣν νῦν κατ' οἴκους ἐν χεροῖν βαστάζεται
ψυχοῤῥαγοῦσαν· τῇδε γάρ σφ' ἐν ἡμέρᾳ    20

θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
ἐγὼ δέ, μὴ μίασμά μ' ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους    25

μέλλει κατάξειν· συμμέτρως δ' ἀφίκετο,
φρουρῶν τόδ' ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Θάνατος
ἆ ἆ·
τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
Φοῖβ'; ἀδικεῖς αὖ τιμὰς ἐνέρων    30

ἀφοριζόμενος καὶ καταπαύων;
οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
διακωλῦσαι, Μοίρας δολίῳ
σφήλαντι τέχνῃ; νῦν δ' ἐπὶ τῇδ' αὖ
χέρα τοξήρη φρουρεῖς ὁπλίσας,    35

ἣ τόδ' ὑπέστη, πόσιν ἐκλύσασ'
αὐτὴ προθανεῖν Πελίου παῖς;
Ἀπόλλων
θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.    40

Θάνατος
καὶ τοῖσδέ γ' οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
ἀλλ' οὐδ' ἐκεῖνον πρὸς βίαν σ' ἀφειλόμην.
Θάνατος
πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;    45

Ἀπόλλων
δάμαρτ' ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.
Ἀπόλλων
λαβὼν ἴθ'· οὐ γὰρ οἶδ' ἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γ' ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.    50

Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστ' οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γ' ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.    55

Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ' ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντ' ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.
Ἀπόλλων
οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν.    60

Θάνατος
οὐ δῆτ'· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντ' ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
ἦ μὴν σὺ πείσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ    65

Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδ' ἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σ' ἐξαιρήσεται.
κοὔθ' ἡ παρ' ἡμῶν σοι γενήσεται χάρις    70

δράσεις θ' ὁμοίως ταῦτ', ἀπεχθήσῃ τ' ἐμοί.
Θάνατος
πόλλ' ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
ἡ δ' οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δ' ἐπ' αὐτήν ὡς κατάρξωμαι ξίφει·
ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν    75

ὅτου τόδ' ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.


Χορός α
τί ποθ' ἡσυχία πρόσθεν μελάθρων;
τί σεσίγηται δόμος Ἀδμήτου;
Χορός β
ἀλλ' οὐδὲ φίλων πέλας <ἔστ'> οὐδείς,
ὅστις ἂν εἴποι πότερον φθιμένην    80

χρὴ βασίλειαν πενθεῖν ἢ ζῶσ'
ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς
Ἄλκηστις, ἐμοὶ πᾶσί τ' ἀρίστη
δόξασα γυνὴ
πόσιν εἰς αὑτῆς γεγενῆσθαι.    85

Χορός α
κλύει τις ἢ στεναγμὸν ἢ
χειρῶν κτύπον κατὰ στέγας
ἢ γόον ὡς πεπραγμένων;
Χορός β
οὐ μὰν οὐδέ τις ἀμφιπόλων
στατίζεται ἀμφὶ πύλας.    90

εἰ γὰρ μετακοίμιος ἄτας,
ὦ Παιάν, φανείης.
Χορός α
οὔ τἂν φθιμένας γ' ἐσιώπων.
Χορός β
οὐ γὰρ δὴ φροῦδός γ' ἐξ οἴκων νέκυς ἤδη.
Χορός α
πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;    95

Χορός β
πῶς ἂν ἔρημον τάφον Ἄδμητος
κεδνῆς ἂν ἔπραξε γυναικός;
Χορός α
πυλῶν πάροιθε δ' οὐχ ὁρῶ
πηγαῖον ὡς νομίζεται
χέρνιβ' ἐπὶ φθιτῶν πύλαις.    100

Χορός β
χαίτα τ' οὔτις ἐπὶ προθύροις
τομαῖος, ἃ δὴ νεκύων
πένθει πίτνει, οὐδὲ νεολαία
δουπεῖ χεὶρ γυναικῶν.
Χορός α
καὶ μὴν τόδε κύριον ἦμαρ    105

Χορός β
τί τόδ' αὐδάσεις;
Χορός α
ᾧ χρή σφε μολεῖν κατὰ γαίας.
Χορός β
ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
Χορός α
χρὴ τῶν ἀγαθῶν διακναιομένων
πενθεῖν ὅστις    110

χρηστὸς ἀπ' ἀρχῆς νενόμισται.
ἀλλ' οὐδὲ ναυκληρίαν
ἔσθ' ὅποι τις αἴας
στείλας, ἢ Λυκίαν
εἴτ' ἐπὶ τὰς ἀνύδρους    115

Ἀμμωνιάδας ἕδρας,
δυστάνου παραλύσαι
ψυχάν· μόρος γὰρ ἀπότομος
πλάθει. θεῶν δ' ἐπ' ἐσχάραν
οὐκέτ' ἔχω τίνα μηλοθύταν πορευθῶ.    120

μόνα δ' ἄν, εἰ φῶς τόδ' ἦν    122
ὄμμασιν δεδορκὼς
Φοίβου παῖς, προλιποῦσ'
ἦλθ' ἂν ἕδρας σκοτίους    125

Ἅιδα τε πύλας·
δμαθέντας γὰρ ἀνίστη,
πρὶν αὐτὸν εἷλε διόβολον
πλῆκτρον πυρὸς κεραυνίου.
νῦν δὲ βίου τίν' ἔτ' ἐλπίδα προσδέχωμαι;    130-131

<πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσιν,
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
αἱμόῤῥαντοι θυσίαι πλήρεις,
οὐδ' ἔστι κακῶν ἄκος οὐδέν.>    135

Επεισόδιον β΄

Επεξεργασία


Χορός
ἀλλ' ἥδ' ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυῤῥοοῦσα· τίνα τύχην ἀκούσομαι;
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
συγγνωστόν· εἰ δ' ἔτ' ἐστὶν ἔμψυχος γυνὴ
εἴτ' οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ' ἄν.    140

Θεράπαινα
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.    141
Χορός
καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;    142
Θεράπαινα
ἤδη προνωπής ἐστι καὶ ψυχοῤῥαγεῖ.    143
Χορός
ἐλπὶς μὲν οὐκέτ' ἐστὶ σῴζεσθαι βίον;    146
Θεράπαινα
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.    147
Χορός
οὔκουν ἐπ' αὐτῇ πράσσεται τὰ πρόσφορα;    148
Θεράπαινα
κόσμος γ' ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.    149
Χορός
ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.    144
Θεράπαινα
οὔπω τόδ' οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.    145
Χορός
ἴστω νυν εὐκλεής γε κατθανουμένη    150

γυνή τ' ἀρίστη τῶν ὑφ' ἡλίῳ μακρῷ.
Θεράπαινα
πῶς δ' οὐκ ἀρίστη; τίς δ' ἐναντιώσεται;
τί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ' ἂν μᾶλλον ἐνδείξαιτό τις
πόσιν προτιμῶσ' ἢ θέλουσ' ὑπερθανεῖν;    155

καὶ ταῦτα μὲν δὴ πᾶσ' ἐπίσταται πόλις·
ἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
ἐπεὶ γὰρ ᾔσθεθ' ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
ἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων    160

ἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
Δέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνουσ' αἰτήσομαι,
τέκν' ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην    165

σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν·
μηδ' ὥσπερ αὐτῶν ἡ τεκοῦσ' ἀπόλλυμαι
θανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
πάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους,    170

προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος    175

ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε·
Ὦ λέκτρον, ἔνθα παρθένει' ἔλυσ' ἐγὼ
κορεύματ' ἐκ τοῦδ' ἀνδρός, οὗ θνῄσκω πάρος,
χαῖρ'· οὐ γὰρ ἐχθαίρω σ'· ἀπώλεσας δέ με
μόνον· προδοῦναι γάρ σ' ὀκνοῦσα καὶ πόσιν    180

θνῄσκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,    185

στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦσ' ἐπεστράφη
κἄῤῥιψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
ἔκλαιον· ἡ δὲ λαμβάνουσ' ἐς ἀγκάλας    190

ἠσπάζετ' ἄλλοτ' ἄλλον ὡς θανουμένη.
πάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες, ἡ δὲ δεξιὰν
προύτειν' ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
ὃν οὐ προσεῖπε καὶ προσεῤῥήθη πάλιν.    195

τοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
καὶ κατθανών τἂν ᾤχετ', ἐκφυγὼν δ' ἔχει
τοσοῦτον ἄλγος, οὔποθ' οὗ λελήσεται.
Χορός
ἦ που στενάζει τοισίδ' Ἄδμητος κακοῖς,
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;    200

Θεράπαινα
κλαίει γ' ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος,
ὅμως δέ, καίπερ σμικρόν, ἐμπνέουσ' ἔτι,    205

βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
<ὡς οὔποτ' αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ' ἡλίου προσόψεται>.
ἀλλ' εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,    210

ὥστ' ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
σὺ δ' εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Χορός α
ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν
γένοιτο καὶ λύσις τύχας ἃ πάρεστι κοιράνοις;
Χορός β
αἰαῖ· ἔξεισί τις ἢ τέμω τρίχα    215

καὶ μέλανα στολμὸν πέπλων
ἀμφιβαλώμεθ' ἤδη;
Χορός α
δεινὰ μέν, φίλοι, δεινά γ', ἀλλ' ὅμως
θεοῖσιν εὐξόμεσθα·
θεῶν γὰρ δύναμις μεγίστα.
Χορός β
 ὦναξ Παιάν,    220

ἔξευρε μηχανάν τιν' Ἀδμήτῳ κακῶν.
Χορός α
πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
τοῦδ' ἐφεῦρες καὶ νῦν
λυτήριος ἐκ θανάτου γενοῦ,
φόνιον δ' ἀπόπαυσον Ἅιδαν.    225

Χορός β
παπαῖ ὦ παῖ Φέρητος, οἷ' ἔπραξας
δάμαρτος σᾶς στερείς.
Χορός α
αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε
καὶ πλέον ἢ βρόχῳ δέραν οὐρανίῳ πελάσσαι.
Χορός β
τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν    230

γυναῖκα κατθανοῦσαν
ἐν ἄματι τῷδ' ἐπόψῃ.
Χορός α
ἰδοὺ ἰδού· ἥδ' ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
Χορός β
βόασον ὦ στέναξον ὦ Φεραία
χθὼν τὰν ἀρίσταν    235

γυναῖκα μαραινομέναν νόσῳ
κατὰ γᾶς χθόνιον παρ' Ἅιδαν.
οὔποτε φήσω γάμον εὐφραίνειν
πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
τεκμαιρόμενος καὶ τάσδε τύχας    240

λεύσσων βασιλέως, ὅστις ἀρίστης
ἀπλακὼν ἀλόχου τῆσδ' ἀβίωτον
τὸν ἔπειτα χρόνον βιοτεύσει.
Ἄλκηστις
Ἅλιε καὶ φάος ἁμέρας
οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.    245

Ἄδμητος
ὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας,
οὐδὲν θεοὺς δράσαντας ἀνθ' ὅτου θανῇ.
Ἄλκηστις
γαῖά τε καὶ μελάθρων στέγαι
νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·    250

λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
Ἄλκηστις
ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν
λίμναι· νεκύων δὲ πορθμεὺς
ἔχων χέρ' ἐπὶ κοντῷ Χάρων
μ' ἤδη καλεῖ· Τί μέλλεις;    255

ἐπείγου· σὺ κατείργεις. τάδε τοί με σπερχόμενος ταχύνει.
Ἄδμητος
οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν
ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Ἄλκηστις
ἄγει μ' ἄγει τις, ἄγει μέ τις (οὐχ
ὁρᾶις;) νεκύων ἐς αὐλάν,    260

ὑπ' ὀφρύσι κυαναυγέσι
βλέπων πτερωτὸς Ἅιδας.
τί ῥέξεις; ἄφες. οἵαν ὁδὸν ἁ δειλαιοτάτα προβαίνω.
Ἄδμητος
οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ' ἐμοὶ
καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.    265

Ἄλκηστις
μέθετε μέθετέ μ' ἤδη·
κλίνατ', οὐ σθένω ποσίν.
πλησίον Ἅιδας, σκοτία
δ' ἐπ' ὄσσοισι νὺξ ἐφέρπει.
τέκνα τέκν', οὐκέτι δὴ    270

οὐκέτι μάτηρ σφῷν ἔστιν.
χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
Ἄδμητος
οἴμοι· τόδ' ἔπος λυπρὸν ἀκούειν
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
μὴ πρός <σε> θεῶν τλῇς με προδοῦναι,    275

μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, ἀλλ' ἄνα, τόλμα.
σοῦ γὰρ φθιμένης οὐκέτ' ἂν εἴην,
ἐν σοὶ δ' ἐσμὲν καὶ ζῆν καὶ μή·
σὴν γὰρ φιλίαν σεβόμεσθα.
Ἄλκηστις
Ἄδμηθ', ὁρᾶις γὰρ τἀμὰ πράγμαθ' ὡς ἔχει,    280

λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
ψυχῆς καταστήσασα φῶς τόδ' εἰσορᾶν
θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
ἀλλ' ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον    285

καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ
σὺν παισὶν ὀρφανοῖσιν, οὐδ' ἐφεισάμην
ἥβης, ἔχουσ' ἐν οἷς ἐτερπόμην ἐγώ.
καίτοι σ' ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,    290

καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
κἀγώ τ' ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,    295

κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
θεῶν τις ἐξέπραξεν ὥσθ' οὕτως ἔχειν.
εἶἑν· σύ νύν μοι τῶνδ' ἀπόμνησαι χάριν·
αἰτήσομαι γάρ σ' ἀξίαν μὲν οὔποτε    300

(ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον),
δίκαια δ', ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
οὐχ ἧσσον ἢ 'γὼ παῖδας, εἴπερ εὖ φρονεῖς.
τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
καὶ μὴ 'πιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,    305

ἥτις κακίων οὖσ' ἐμοῦ γυνὴ φθόνῳ
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
μὴ δῆτα δράσῃς ταῦτά γ', αἰτοῦμαί σ' ἐγώ·
ἐχθρὰ γὰρ ἡ 'πιοῦσα μητρυιὰ τέκνοις
τοῖς πρόσθ', ἐχίδνης οὐδὲν ἠπιωτέρα.    310

καὶ παῖς μὲν ἄρσην πατέρ' ἔχει πύργον μέγαν
<ὃν καὶ προσεῖπε καὶ προσεῤῥήθη πάλιν>·
σὺ δ', ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
μή σοί τιν' αἰσχρὰν προσβαλοῦσα κληδόνα    315

ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
οὔτ' ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
παροῦσ', ἵν' οὐδὲν μητρὸς εὐμενέστερον.
δεῖ γὰρ θανεῖν με· καὶ τόδ' οὐκ ἐς αὔριον    320

οὐδ' ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
ἀλλ' αὐτίκ' ἐν τοῖς οὐκέτ' οὖσι λέξομαι.
χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
γυναῖκ' ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.    325

Χορός
θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
δράσει τάδ', εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
ἔσται τάδ', ἔσται, μὴ τρέσῃς· ἐπεί σ' ἐγὼ
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ' ἐμὴ γυνὴ
μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε    330

τόνδ' ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
οὔτ' εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
ἅλις δὲ παίδων· τῶνδ' ὄνησιν εὔχομαι
θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.    335

οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν
ἀλλ' ἔστ' ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
στυγῶν μὲν ἥ μ' ἔτικτεν, ἐχθαίρων δ' ἐμὸν
πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
σὺ δ' ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα    340

ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
τοιᾶσδ' ἁμαρτάνοντι συζύγου σέθεν;
παύσω δὲ κώμους συμποτῶν θ' ὁμιλίας
στεφάνους τε μοῦσάν θ' ἣ κατεῖχ' ἐμοὺς δόμους.
οὐ γάρ ποτ' οὔτ' ἂν βαρβίτου θίγοιμ' ἔτι    345

οὔτ' ἂν φρέν' ἐξάραιμι πρὸς Λίβυν λακεῖν
αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας    350

ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ' ὅμως βάρος
ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ' ὀνείρασιν
φοιτῶσά μ' εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους    355

κἀν νυκτὶ λεύσσειν, ὅντιν' ἂν παρῇ χρόνον.
εἰ δ' Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
ὥστ' ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
ὕμνοισι κηλήσαντά σ' ἐξ Ἅιδου λαβεῖν,
κατῆλθον ἄν, καί μ' οὔθ' ὁ Πλούτωνος κύων    360

οὔθ' οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
ἔσχ' ἄν, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
ἀλλ' οὖν ἐκεῖσε προσδόκα μ', ὅταν θάνω,
καὶ δῶμ' ἑτοίμαζ', ὡς συνοικήσουσά μοι.
ἐν ταῖσιν αὐταῖς γάρ μ' ἐπισκήψω κέδροις    365

σοὶ τούσδε θεῖναι πλευρά τ' ἐκτεῖναι πέλας
πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.    370

Ἄλκηστις
ὦ παῖδες, αὐτοὶ δὴ τάδ' εἰσηκούσατε
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
γυναῖκ' ἐφ' ὑμῖν μηδ' ἀτιμάσειν ἐμέ.
Ἄδμητος
καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.
Ἄλκηστις
ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.    375

Ἄδμητος
δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
σύ νυν γενοῦ τοῖσδ' ἀντ' ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
πολλή μ' ἀνάγκη, σοῦ γ' ἀπεστερημένοις.
Ἄλκηστις
ὦ τέκν', ὅτε ζῆν χρῆν μ', ἀπέρχομαι κάτω.
Ἄδμητος
οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;    380

Ἄλκηστις
χρόνος μαλάξει σ'· οὐδέν ἐσθ' ὁ κατθανών.
Ἄδμητος
ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Ἄδμητος
ὦ δαῖμον, οἵας συζύγου μ' ἀποστερεῖς.
Ἄλκηστις
καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.    385

Ἄδμητος
ἀπωλόμην ἄρ', εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
ὡς οὐκέτ' οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
οὐ δῆθ' ἑκοῦσά γ'· ἀλλὰ χαίρετ', ὦ τέκνα.
Ἄδμητος
βλέψον πρὸς αὐτούς, βλέψον.
Ἄλκηστις
 οὐδέν εἰμ' ἔτι.    390

Ἄδμητος
τί δρᾶις; προλείπεις;
Ἄλκηστις
 χαῖρ'.
Ἄδμητος
 ἀπωλόμην τάλας.
Χορός
βέβηκεν, οὐκέτ' ἔστιν Ἀδμήτου γυνή.
Παῖς
ἰώ μοι τύχας. μαῖα δὴ κάτω
βέβακεν, οὐκέτ' ἔστιν, ὦ
πάτερ, ὑφ' ἁλίῳ,    395

προλιποῦσα δ' ἐμὸν βίον ὠρφάνισεν τλάμων.    396-397
ἴδε γὰρ ἴδε βλέφαρον καὶ
παρατόνους χέρας.
ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.    400

ἐγώ σ' ἐγώ, μᾶτερ,
καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτνων
στόμασιν νεοσσός.
Ἄδμητος
τὴν οὐ κλύουσαν οὐδ' ὁρῶσαν· ὥστ' ἐγὼ
καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα.    405

Παῖς
νέος ἐγώ, πάτερ, λείπομαι φίλας
μονόστολός τε ματρός· ὦ
σχέτλια δὴ παθὼν
ἐγὼ ἔργ', ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.    409-410

ὦ πάτερ,
ἀνόνατ' ἀνόνατ' ἐνύμφευσας οὐδὲ γήρως
ἔβας τέλος σὺν τᾶιδ'·
ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
μᾶτερ, ὄλωλεν οἶκος.    415

Χορός
Ἄδμητ', ἀνάγκη τάσδε συμφορὰς φέρειν·
οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε    420

προσέπτατ'· εἰδὼς δ' αὔτ' ἐτειρόμην πάλαι.
ἀλλ', ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
πάρεστε καὶ μένοντες ἀντηχήσατε
παιᾶνα τῷ κάτωθεν ἄσπονδον θεῷ.
πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ    425

πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
κουρᾶι ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
τέθριππά θ' οἳ ζεύγνυσθε καὶ μονάμπυκας
πώλους, σιδήρῳ τέμνετ' αὐχένων φόβην.
αὐλῶν δὲ μὴ κατ' ἄστυ, μὴ λύρας κτύπος    430

ἔστω σελήνας δώδεκ' ἐκπληρουμένας.
οὐ γάρ τιν' ἄλλον φίλτερον θάψω νεκρὸν
τοῦδ' οὐδ' ἀμείνον' εἰς ἔμ'· ἀξία δέ μοι
τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ' ἐμοῦ μόνη.
Χορός
ὦ Πελίου θύγατερ,    435

χαίρουσά μοι εἰν Ἀίδα δόμοισιν
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
ἴστω δ' Ἀίδας ὁ μελαγχαίτας
θεὸς ὅς τ' ἐπὶ κώπαι
πηδαλίῳ τε γέρων    440

νεκροπομπὸς ἵζει
πολὺ δὴ πολὺ δὴ γυναῖκ' ἀρίσταν
λίμναν Ἀχεροντίαν πορεύσας
ἐλάται δικώπῳ.
πολλά σε μουσοπόλοι    445

μέλψουσι καθ' ἑπτάτονόν τ' ὀρείαν
χέλυν ἔν τ' ἀλύροις κλέοντες ὕμνοις,
Σπάρται κυκλὰς ἁνίκα Καρνείου
περινίσεται ὥρα
μηνός, ἀειρομένας    450

παννύχου σελάνας,
λιπαραῖσί τ' ἐν ὀλβίαις Ἀθάναις.
τοίαν ἔλιπες θανοῦσα μολπὰν
μελέων ἀοιδοῖς.
εἴθ' ἐπ' ἐμοὶ μὲν εἴη,    455

δυναίμαν δέ σε πέμψαι
φάος ἐξ Ἀίδα τεράμνων
καὶ Κωκυτοῖο ῥεέθρων
ποταμίαι νερτέραι τε κώπαι.
σὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν,    460

σὺ τὸν αὑτᾶς ἔτλας <ἔτλας> πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ' ἂν
ἔμοιγ' ἂν εἴη στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.    465

ματέρος οὐ θελούσας
πρὸ παιδὸς χθονὶ κρύψαι
δέμας οὐδὲ πατρὸς γεραιοῦ
ὃν ἔτεκον δ', οὐκ ἔτλαν ῥύεσθαι,
σχετλίω, πολιὰν ἔχοντε χαίταν.    470

σὺ δ' ἐν ἥβαι νέαι νέου προθανοῦσα φωτὸς οἴχῃ.
τοιαύτας εἴη μοι κῦρσαι
συνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ
ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν
ἔμοιγ' ἄλυπος δι' αἰῶνος ἂν ξυνείη.    475

Ἡρακλῆς
ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορός
ἔστ' ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
ἀλλ' εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.    480

Ἡρακλῆς
Τιρυνθίῳ πράσσω τιν' Εὐρυσθεῖ πόνον.
Χορός
καὶ ποῖ πορεύῃ; τῷ συνέζευξαι πλάνῳ;
Ἡρακλῆς
Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορός
πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ἡρακλῆς
ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.    485

Χορός
οὐκ ἔστιν ἵππων δεσπόσαι σ' ἄνευ μάχης.
Ἡρακλῆς
ἀλλ' οὐδ' ἀπειπεῖν μὴν πόνους οἷόν τ' ἐμοί.
Χορός
κτανὼν ἄρ' ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
οὐ τόνδ' ἀγῶνα πρῶτον ἂν δράμοιμ' ἐγώ.
Χορός
τί δ' ἂν κρατήσας δεσπότην πλέον λάβοις;    490

Ἡρακλῆς
πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
ἀλλ' ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.    495

Χορός
φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
τίνος δ' ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις
(σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται),    500

εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι
αὖθις δὲ Κύκνῳ, τόνδε δ' ἔρχομαι τρίτον
ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
ἀλλ' οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον    505

τρέσαντα χεῖρα πολεμίαν ποτ' ὄψεται.
Χορός
καὶ μὴν ὅδ' αὐτὸς τῆσδε κοίρανος χθονὸς
Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
χαῖρ', ὦ Διὸς παῖ Περσέως τ' ἀφ' αἵματος.
Ἡρακλῆς
Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.    510

Ἄδμητος
θέλοιμ' ἄν· εὔνουν δ' ὄντα σ' ἐξεπίσταμαι.
Ἡρακλῆς
τί χρῆμα κουρᾶι τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
θάπτειν τιν' ἐν τῇδ' ἡμέραι μέλλω νεκρόν.
Ἡρακλῆς
ἀπ' οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
ζῶσιν κατ' οἴκους παῖδες οὓς ἔφυσ' ἐγώ.    515

Ἡρακλῆς
πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ', Ἡράκλεις.
Ἡρακλῆς
οὐ μὴν γυνή γ' ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
διπλοῦς ἐπ' αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;    520

Ἄδμητος
ἔστιν τε κοὐκέτ' ἔστιν, ἀλγύνει δέ με.
Ἡρακλῆς
οὐδέν τι μᾶλλον οἶδ'· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
οἶδ', ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
πῶς οὖν ἔτ' ἔστιν, εἴπερ ᾔνεσεν τάδε;    525

Ἡρακλῆς
ἆ, μὴ πρόκλαι' ἄκοιτιν, ἐς τότ' ἀμβαλοῦ.
Ἄδμητος
τέθνηχ' ὁ μέλλων κἀνθάδ' ὢν οὐκ ἔστ' ἔτι.
Ἡρακλῆς
χωρὶς τό τ' εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ' ἐγώ.
Ἡρακλῆς
τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;    530

Ἄδμητος
γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
ὀθνεῖος, ἄλλως δ' ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
πατρὸς θανόντος ἐνθάδ' ὠρφανεύετο.    535

Ἡρακλῆς
φεῦ. εἴθ' ηὕρομέν σ', Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
ὡς δὴ τί δράσων τόνδ' ὑπορράπτεις λόγον;
Ἡρακλῆς
ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ' ἔλθοι κακόν.
Ἡρακλῆς
λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.    540

Ἄδμητος
τεθνᾶσιν οἱ θανόντες· ἀλλ' ἴθ' ἐς δόμους.
Ἡρακλῆς
αἰσχρόν <γε> παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
χωρὶς ξενῶνές εἰσιν οἷ σ' ἐσάξομεν.
Ἡρακλῆς
μέθες με καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
οὐκ ἔστιν ἄλλου σ' ἀνδρὸς ἑστίαν μολεῖν.    545

ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας τοῖς τ' ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλῄσατε
θύρας μεταύλους· οὐ πρέπει θοινωμένους
κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.    550

Χορός
τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης,
Ἄδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
ἀλλ' εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
ξένον μολόντα, μᾶλλον ἄν μ' ἐπῄνεσας;
οὐ δῆτ', ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν    555

μείων ἐγίγνετ', ἀξενώτερος δ' ἐγώ.
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ' ἂν ἦν κακόν,
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
αὐτὸς δ' ἀρίστου τοῦδε τυγχάνω ξένου,
ὅταν ποτ' Ἄργους διψίαν ἔλθω χθόνα.    560

Χορός
πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;
Ἄδμητος
οὐκ ἄν ποτ' ἠθέλησεν εἰσελθεῖν δόμους,
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.
καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ' οὐ φρονεῖν δοκῶ    565

οὐδ' αἰνέσει με· τἀμὰ δ' οὐκ ἐπίσταται
μέλαθρ' ἀπωθεῖν οὐδ' ἀτιμάζειν ξένους.
Χορός
ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ'
οἶκος,
σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων    570

ἠξίωσε ναίειν,
ἔτλα δὲ σοῖσι μηλονόμας    573
ἐν νομοῖς γενέσθαι,
δοχμιᾶν διὰ κλειτύων    575

βοσκήμασι σοῖσι συρίζων
ποιμνίτας ὑμεναίους.
σὺν δ' ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε
λύγκες,
ἔβα δὲ λιποῦσ' Ὄθρυος νάπαν λεόντων    580

ἁ δαφοινὸς ἴλα·
χόρευσε δ' ἀμφὶ σὰν κιθάραν,    583
Φοῖβε, ποικιλόθριξ
νεβρὸς ὑψικόμων πέραν    585

βαίνουσ' ἐλατᾶν σφυρῷ κούφῳ,
χαίρουσ' εὔφρονι μολπᾶι.
τοιγὰρ πολυμηλοτάταν
ἑστίαν οἰκεῖ παρὰ καλλίναον
Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν    590

καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
ἀελίου κνεφαίαν
ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν
τίθεται,
πόντιον δ' Αἰγαῖον ἐπ' ἀκτὰν    595

ἀλίμενον Πηλίου κρατύνει.
καὶ νῦν δόμον ἀμπετάσας
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς    600

ἐκφέρεται πρὸς αἰδῶ.
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ' ἔνεστιν·
σοφίας ἄγαμαι.
πρὸς δ' ἐμᾶι ψυχᾶι θράσος ἧσται
θεοσεβῆ φῶτα κεδνὰ πράξειν.    605

Ἄδμητος
ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
νέκυν μὲν ἤδη πάντ' ἔχοντα πρόσπολοι
φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
προσείπατ' ἐξιοῦσαν ὑστάτην ὁδόν.    610

Χορός
καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
στείχοντ', ὀπαδούς τ' ἐν χεροῖν δάμαρτι σῇ
κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος    615

γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
δέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς
ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,    620

καί μ' οὐκ ἄπαιδ' ἔθηκεν οὐδ' εἴασε σοῦ
στερέντα γήραι πενθίμῳ καταφθίνειν,
πάσαις δ' ἔθηκεν εὐκλεέστερον βίον
γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
ὦ τόνδε μὲν σώσασ', ἀναστήσασα δὲ    625

ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
Ἄδμητος
οὔτ' ἦλθες ἐς τόνδ' ἐξ ἐμοῦ κληθεὶς τάφον
οὔτ' ἐν φίλοισι σὴν παρουσίαν λέγω.    630

κόσμον δὲ τὸν σὸν οὔποθ' ἥδ' ἐνδύσεται·
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
τότε ξυναλγεῖν χρῆν σ' ὅτ' ὠλλύμην ἐγώ·
σὺ δ' ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
νέῳ γέρων ὢν τόνδ' ἀποιμώξῃ νεκρόν;    635

οὐκ ἦσθ' ἄρ' ὀρθῶς τοῦδε σώματος πατήρ,
οὐδ' ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
μήτηρ μ' ἔτικτε, δουλίου δ' ἀφ' αἵματος
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθραι.
ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,    640

καί μ' οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι,
ὃς τηλικόσδ' ὢν κἀπὶ τέρμ' ἥκων βίου
οὐκ ἠθέλησας οὐδ' ἐτόλμησας θανεῖν
τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ' εἰάσατε    645

γυναῖκ' ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
καὶ πατέρ' ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.
καίτοι καλόν γ' ἂν τόνδ' ἀγῶν' ἠγωνίσω
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.    650

<κἀγώ τ' ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.>
καὶ μὴν ὅσ' ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
παῖς δ' ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,    655

ὥστ' οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
οὐ μὴν ἐρεῖς γέ μ' ὡς ἀτιμάζοντα σὸν
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
πρὸς σ' ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν    660

τοιάνδε καὶ σὺ χἠ τεκοῦσ' ἠλλαξάτην.
τοιγὰρ φυτεύων παῖδας οὐκέτ' ἂν φθάνοις,
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
οὐ γάρ σ' ἔγωγε τῇδ' ἐμῇ θάψω χερί·    665

τέθνηκα γὰρ δὴ τοὐπὶ σ'. εἰ δ' ἄλλου τυχὼν
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
καὶ παῖδά μ' εἶναι καὶ φίλον γηροτρόφον.
μάτην ἄρ' οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·    670

ἢν δ' ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
θνῄσκειν, τὸ γῆρας δ' οὐκέτ' ἔστ' αὐτοῖς βαρύ.
Χορός
παύσασθ', ἅλις γὰρ ἡ παροῦσα συμφορά·
ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
ὦ παῖ, τίν' αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα    675

κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
ἄγαν ὑβρίζεις καὶ νεανίας λόγους
ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.    680

ἐγὼ δέ σ' οἴκων δεσπότην ἐγεινάμην
κἄθρεψ', ὀφείλω δ' οὐχ ὑπερθνῄσκειν σέθεν·
οὐ γὰρ πατρῷον τόνδ' ἐδεξάμην νόμον,
παίδων προθνῄσκειν πατέρας, οὐδ' Ἑλληνικόν.
σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ' εὐτυχὴς    685

ἔφυς· ἃ δ' ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις.
πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
λείψω· πατρὸς γὰρ ταὔτ' ἐδεξάμην πάρα.
τί δῆτά σ' ἠδίκηκα; τοῦ σ' ἀποστερῶ;
μὴ θνῇσχ' ὑπὲρ τοῦδ' ἀνδρός, οὐδ' ἐγὼ πρὸ σοῦ.    690

χαίρεις ὁρῶν φῶς· πατέρα δ' οὐ χαίρειν δοκεῖς;
ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
χρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ' ὅμως γλυκύ.
σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν
καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,    695

ταύτην κατακτάς· εἶτ' ἐμὴν ἀψυχίαν
λέγεις, γυναικός, ὦ κάκισθ', ἡσσημένος,
ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
σοφῶς δ' ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ    700

γυναῖχ' ὑπὲρ σοῦ· κἆιτ' ὀνειδίζεις φίλοις
τοῖς μὴ θέλουσι δρᾶν τάδ', αὐτὸς ὢν κακός;
σίγα· νόμιζε δ', εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ' ἡμᾶς κακῶς
ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.    705

Χορός
πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά·
παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
λέγ', ὡς ἐμοῦ λέξαντος· εἰ δ' ἀλγεῖς κλύων
τἀληθές, οὐ χρῆν σ' εἰς ἔμ' ἐξαμαρτάνειν.
Φέρης
σοῦ δ' ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.    710

Ἄδμητος
ταὐτὸν γὰρ ἡβῶντ' ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
ψυχῇ μιᾶι ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
καὶ μὴν Διός γε μείζονα ζώῃς χρόνον.
Φέρης
ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε.    715

Φέρης
ἀλλ' οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ' ἐκφέρεις;
Ἄδμητος
σημεῖα τῆς σῆς γ', ὦ κάκιστ', ἀψυχίας.
Φέρης
οὔτοι πρὸς ἡμῶν γ' ὤλετ'· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
φεῦ· εἴθ' ἀνδρὸς ἔλθοις τοῦδέ γ' ἐς χρείαν ποτέ.
Φέρης
μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.    720

Ἄδμητος
σοὶ τοῦτ' ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.    725

Φέρης
κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
ἥδ' οὐκ ἀναιδής· τήνδ' ἐφηῦρες ἄφρονα.
Ἄδμητος
ἄπελθε κἀμὲ τόνδ' ἔα θάψαι νεκρόν.
Φέρης
ἄπειμι· θάψεις δ' αὐτὸς ὢν αὐτῆς φονεύς,    730

δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι·
ἦ τἄρ' Ἄκαστος οὐκέτ' ἔστ' ἐν ἀνδράσιν,
εἰ μή σ' ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι,
ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,    735

γηράσκετ'· οὐ γὰρ τῷδ' ἔτ' ἐς ταὐτὸν στέγος
νεῖσθ'· εἰ δ' ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
ἡμεῖς δέ, τοὐν ποσὶν γὰρ οἰστέον κακόν.
στείχωμεν, ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν.    740

Χορός
ἰὼ ἰώ. σχετλία τόλμης,
ὦ γενναία καὶ μέγ' ἀρίστη,
χαῖρε· πρόφρων σε χθόνιός θ' Ἑρμῆς
Ἅιδης τε δέχοιτ'. εἰ δέ τι κἀκεῖ
πλέον ἔστ' ἀγαθοῖς, τούτων μετέχουσ'    745

Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεράπων
πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
ξένους μολόντας οἶδ' ἐς Ἀδμήτου δόμους,
οἷς δεῖπνα προύθηκ'· ἀλλὰ τοῦδ' οὔπω ξένου
κακίον' ἐς τήνδ' ἑστίαν ἐδεξάμην.    750

ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
ἐσῆλθε κἀτόλμησ' ἀμείψασθαι πύλας.
ἔπειτα δ' οὔτι σωφρόνως ἐδέξατο
τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
ἀλλ', εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.    755

ποτῆρα δ' ἐν χείρεσσι κίσσινον λαβὼν
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
ἕως ἐθέρμην' αὐτὸν ἀμφιβᾶσα φλὸξ
οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,
ἄμουσ' ὑλακτῶν· δισσὰ δ' ἦν μέλη κλύειν·    760

ὁ μὲν γὰρ ἦιδε, τῶν ἐν Ἀδμήτου κακῶν
οὐδὲν προτιμῶν, οἰκέται δ' ἐκλαίομεν
δέσποιναν, ὄμμα δ' οὐκ ἐδείκνυμεν ξένῳ
τέγγοντες· Ἄδμητος γὰρ ὧδ' ἐφίετο.
καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ    765

ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
ἡ δ' ἐκ δόμων βέβηκεν, οὐδ' ἐφεσπόμην
οὐδ' ἐξέτεινα χεῖρ' ἀποιμώζων ἐμὴν
δέσποιναν, ἣ 'μοὶ πᾶσί τ' οἰκέταισιν ἦν
μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,    770

ὀργὰς μαλάσσουσ' ἀνδρός. ἆρα τὸν ξένον
στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
εἶναι, δέχεσθαι δ' εὐπροσηγόρῳ φρενί.    775

σὺ δ' ἄνδρ' ἑταῖρον δεσπότου παρόνθ' ὁρῶν
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
δεῦρ' ἔλθ', ὅπως ἂν καὶ σοφώτερος γένῃ.
τὰ θνητὰ πράγματ' οἶδας ἣν ἔχει φύσιν;    780

οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ' ἄκουέ μου.
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,    785

κἄστ' οὐ διδακτὸν οὐδ' ἁλίσκεται τέχνῃ.
ταῦτ' οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ' ἡμέραν
βίον λογίζου σόν, τὰ δ' ἄλλα τῆς τύχης.
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν    790

Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
τὰ δ' ἄλλ' ἔασον πάντα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
πίῃ μεθ' ἡμῶν <τάσδ' ὑπερβαλὼν τύχας,    795

στεφάνοις πυκασθείς>; καὶ σάφ' οἶδ' ὁθούνεκα
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις    800

ἅπασίν ἐστιν, ὥς γ' ἐμοὶ χρῆσθαι κριτῇ,
οὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά.
Θεράπαινα
ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν    805

πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπαινα
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπαινα
ἄγαν ἐκεῖνός ἐστ' ἄγαν φιλόξενος.
Ἡρακλῆς
οὐ χρῆν μ' ὀθνείου γ' οὕνεκ' εὖ πάσχειν νεκροῦ;    810

Θεράπαινα
ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν.
Ἡρακλῆς
μῶν ξυμφοράν τιν' οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπαινα
χαίρων ἴθ'· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
ὅδ' οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπαινα
οὐ γάρ τι κωμάζοντ' ἂν ἠχθόμην σ' ὁρῶν.    815

Ἡρακλῆς
ἀλλ' ἦ πέπονθα δείν' ὑπὸ ξένων ἐμῶν;
Θεράπαινα
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
<πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις
μελαμπέπλους στολμούς τε.
Ἡρακλῆς
 τίς δ' ὁ κατθανών;>
<Ηρ.> μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;    820

Θεράπαινα
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
τί φῄς; ἔπειτα δῆτά μ' ἐξενίζετε;
Θεράπαινα
ἠιδεῖτο γάρ σε τῶνδ' ἀπώσασθαι δόμων.
Ἡρακλῆς
ὦ σχέτλι', οἵας ἤμπλακες ξυναόρου.
Θεράπαινα
ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.    825

Ἡρακλῆς
ἀλλ' ἠισθόμην μὲν ὄμμ' ἰδὼν δακρυρροοῦν
κουράν τε καὶ πρόσωπον· ἀλλ' ἔπειθέ με
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
βίᾳ δὲ θυμοῦ τάσδ' ὑπερβαλὼν πύλας
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,    830

πράσσοντος οὕτω. κἆιτα κωμάζω κάρα
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
κακοῦ τοσούτου δώμασιν προσκειμένου.
ποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών;
Θεράπαινα
ὀρθὴν παρ' οἶμον ἣ 'πὶ Λαρίσαν φέρει    835

τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
νῦν δεῖξον οἷον παῖδά σ' ἡ Τιρυνθία
ἐγείνατ' Ἠλεκτρύωνος Ἀλκμήνη Διί.
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως    840

γυναῖκα κἀς τόνδ' αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν Ἀδμήτῳ θ' ὑπουργῆσαι χάριν.
ἐλθὼν δ' ἄνακτα τὸν μελάμπτερον νεκρῶν
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
πίνοντα τύμβου πλησίον προσφαγμάτων.    845

κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω, κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν,
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά, πρὶν γυναῖκ' ἐμοὶ μεθῇ.
ἢν δ' οὖν ἁμάρτω τῆσδ' ἄγρας καὶ μὴ μόλῃ    850

πρὸς αἱματηρὸν πελανόν, εἶμι τῶν κάτω
Κόρης ἄνακτός τ' εἰς ἀνηλίους δόμους,
αἰτήσομαί τε καὶ πέποιθ' ἄξειν ἄνω
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
ὅς μ' ἐς δόμους ἐδέξατ' οὐδ' ἀπήλασεν,    855

καίπερ βαρείαι συμφορᾶι πεπληγμένος,
ἔκρυπτε δ' ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
τίς Ἑλλάδ' οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.    860

Ἄδμητος
ἰώ, στυγναὶ πρόσοδοι, στυγναὶ δ' ὄψεις
 χήρων μελάθρων.
ἰώ μοί μοι, αἰαῖ <αἰαῖ>.
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμην;
ἦ βαρυδαίμονα μήτηρ μ' ἔτεκεν.    865

ζηλῶ φθιμένους, κείνων ἔραμαι,
κεῖν' ἐπιθυμῶ δώματα ναίειν.
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
οὔτ' ἐπὶ γαίας πόδα πεζεύων·
τοῖον ὅμηρόν μ' ἀποσυλήσας    870

Ἅιδῃ Θάνατος παρέδωκεν.
Χορός
πρόβα πρόβα, βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
 αἰαῖ.
Χορός
πέπονθας ἄξι' αἰαγμάτων.
Ἄδμητος
 ἒ ἔ.
Χορός
δι' ὀδύνας ἔβας, σάφ' οἶδα.
Ἄδμητος
 φεῦ φεῦ.
Χορός
τὰν νέρθε δ' οὐδὲν ὠφελεῖς ...
Ἄδμητος
 ἰώ μοί μοι.    875

Χορός
τὸ μήποτ' εἰσιδεῖν φιλίας ἀλόχου
πρόσωπόν σ' ἔσαντα λυπρόν.
Ἄδμητος
ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
πιστῆς ἀλόχου; μήποτε γήμας    880

ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
ζηλῶ δ' ἀγάμους ἀτέκνους τε βροτῶν·
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
μέτριον ἄχθος.
παίδων δὲ νόσους καὶ νυμφιδίους    885

εὐνὰς θανάτοις κεραϊζομένας
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
ἀγάμους τ' εἶναι διὰ παντός.
Χορός
τύχα τύχα δυσπάλαιστος ἥκει.
Ἄδμητος
 αἰαῖ.
Χορός
πέρας δέ γ' οὐδὲν ἀλγέων τίθης.
Ἄδμητος
 ἒ ἔ.    890

Χορός
βαρέα μὲν φέρειν, ὅμως δὲ ...
Ἄδμητος
 φεῦ φεῦ.
Χορός
τλᾶθ'· οὐ σὺ πρῶτος ὤλεσας ...
Ἄδμητος
 ἰώ μοί μοι.
Χορός
γυναῖκα· συμφορὰ δ' ἑτέρους ἑτέρα
πιέζει φανεῖσα θνατῶν.
Ἄδμητος
ὦ μακρὰ πένθη λῦπαί τε φίλων    895

τῶν ὑπὸ γαίας.
τί μ' ἐκώλυσας ῥῖψαι τύμβου
τάφρον ἐς κοίλην καὶ μετ' ἐκείνης
τῆς μέγ' ἀρίστης κεῖσθαι φθίμενον;
δύο δ' ἀντὶ μιᾶς Ἅιδης ψυχὰς    900

τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
χθονίαν λίμνην διαβάντε.
Χορός
ἐμοί τις ἦν
ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
ὤλετ' ἐν δόμοισιν    905

μονόπαις· ἀλλ' ἔμπας
ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
πολιὰς ἐπὶ χαίτας    909
ἤδη προπετὴς ὢν    910

βιότου τε πόρσω.
Ἄδμητος
ὦ σχῆμα δόμων, πῶς εἰσέλθω,
πῶς δ' οἰκήσω, μεταπίπτοντος
δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
τότε μὲν πεύκαις σὺν Πηλιάσιν    915

σύν θ' ὑμεναίοις ἔστειχον ἔσω
φιλίας ἀλόχου χέρα βαστάζων,
πολυάχητος δ' εἵπετο κῶμος
τήν τε θανοῦσαν κἄμ' ὀλβίζων
ὡς εὐπατρίδαι κἀπ' ἀμφοτέρων    920

ὄντες ἀριστέων σύζυγες εἶμεν·
νῦν δ' ὑμεναίων γόος ἀντίπαλος
λευκῶν τε πέπλων μέλανες στολμοὶ
πέμπουσί μ' ἔσω
λέκτρων κοίτας ἐς ἐρήμους.    925

Χορός
παρ' εὐτυχῆ
σοι πότμον ἦλθεν ἀπειροκάκῳ
τόδ' ἄλγος· ἀλλ' ἔσωσας
βίοτον καὶ ψυχάν.
ἔθανε δάμαρ, ἔλιπε φιλίαν·    930

τί νέον τόδε; πολλοὺς    932
ἤδη παρέλυσεν
θάνατος δάμαρτος.
Ἄδμητος
φίλοι, γυναικὸς δαίμον' εὐτυχέστερον    935

τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ' ὅμως.
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
ἐγὼ δ', ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.    940

πῶς γὰρ δόμων τῶνδ' εἰσόδους ἀνέξομαι;
τίν' ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο
τερπνῆς τύχοιμ' ἂν εἰσόδου; ποῖ τρέψομαι;
ἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ' ἐρημία,
γυναικὸς εὐνὰς εὖτ' ἂν εἰσίδω κενὰς    945

θρόνους τ' ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας
αὐχμηρὸν οὖδας, τέκνα δ' ἀμφὶ γούνασιν
πίπτοντα κλαίῃ μητέρ', οἱ δὲ δεσπότιν
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
τὰ μὲν κατ' οἴκους τοιάδ'· ἔξωθεν δέ με    950

γάμοι τ' ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
ἐρεῖ δέ μ' ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ', ὃς οὐκ ἔτλη θανεῖν    955

ἀλλ' ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι
πέφευγεν Ἅιδην· κἆιτ' ἀνὴρ εἶναι δοκεῖ;
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
ἕξω. τί μοι ζῆν δῆτα κύδιον, φίλοι,    960

κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Χορός α
ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ἦιξα, καὶ
πλείστων ἁψάμενος λόγων
κρεῖσσον οὐδὲν Ἀνάγκας    965

ηὗρον οὐδέ τι φάρμακον
Θρῄσσαις ἐν σανίσιν, τὰς
Ὀρφεία κατέγραψεν
γῆρυς, οὐδ' ὅσα Φοῖβος Ἀσκληπιάδαις
ἔδωκε    970

φάρμακα πολυπόνοις
ἀντιτεμὼν βροτοῖσιν.
μόνας δ' οὔτ' ἐπὶ βωμοὺς
ἐλθεῖν οὔτε βρέτας θεᾶς
ἔστιν, οὐ σφαγίων κλύει.    975

μή μοι, πότνια, μείζων
ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.
καὶ γὰρ Ζεὺς ὅτι νεύσῃ
σὺν σοὶ τοῦτο τελευτᾶι.
καὶ τὸν ἐν Χαλύβοις δαμάζεις    980

σὺ βίᾳ σίδαρον,
οὐδέ τις ἀποτόμου
λήματός ἐστιν αἰδώς.
καί σ' ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.

τόλμα δ'· οὐ γὰρ ἀνάξεις ποτ' ἔνερθεν    986
κλαίων τοὺς φθιμένους ἄνω.    988
καὶ θεῶν σκότιοι φθίνουσι
παῖδες ἐν θανάτῳ.    990

φίλα μὲν ὅτ' ἦν μεθ' ἡμῶν,
φίλα δὲ θανοῦσ' ἔτ' ἔσται,
γενναιοτάταν δὲ πασᾶν
ἐζεύξω κλισίαις ἄκοιτιν.
μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω    995

τύμβος σᾶς ἀλόχου, θεοῖσι δ' ὁμοίως    997
τιμάσθω, σέβας ἐμπόρων.
καί τις δοχμίαν κέλευθον    1000

ἐμβαίνων τόδ' ἐρεῖ·
Αὕτα ποτὲ προύθαν' ἀνδρός,
νῦν δ' ἔστι μάκαιρα δαίμων·
χαῖρ', ὦ πότνι', εὖ δὲ δοίης.
τοῖαί νιν προσεροῦσι φῆμαι.    1005

Χορός β
καὶ μὴν ὅδ', ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
Ἄδμητε, μομφὰς δ' οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
σιγῶντ'. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν    1010

ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
σὺ δ' οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
γυναικός, ἀλλά μ' ἐξένιζες ἐν δόμοις,
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην    1015

σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε·
οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
ὧν δ' οὕνεχ' ἥκω δεῦρ' ὑποστρέψας πάλιν
λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών,    1020

ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
πράξας δ' ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ)
δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·    1025

ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
ὅθεν κομίζω τήνδε νικητήρια
λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
ἵππους ἄγεσθαι, τοῖσι δ' αὖ τὰ μείζονα    1030

νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
γυνὴ δ' ἐπ' αὐτοῖς εἵπετ'· ἐντυχόντι δὲ
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ' εὐκλεές.
ἀλλ', ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνῳ λαβὼν    1035

ἥκω· χρόνῳ δὲ καὶ σύ μ' αἰνέσεις ἴσως.
Ἄδμητος
οὔτοι σ' ἀτίζων οὐδ' ἐν αἰσχροῖσιν τιθεὶς
ἔκρυψ' ἐμῆς γυναικὸς ἀθλίους τύχας.
ἀλλ' ἄλγος ἄλγει τοῦτ' ἂν ἦν προσκείμενον,
εἴ του πρὸς ἄλλου δώμαθ' ὡρμήθης ξένου·    1040

ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
γυναῖκα δ', εἴ πως ἔστιν, αἰτοῦμαί σ', ἄναξ,
ἄλλον τιν' ὅστις μὴ πέπονθεν οἷ' ἐγὼ
σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
ξένοι Φεραίων· μή μ' ἀναμνήσῃς κακῶν.    1045

οὐκ ἂν δυναίμην τήνδ' ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
προσθῇς· ἅλις γὰρ συμφορᾶι βαρύνομαι.
ποῦ καὶ τρέφοιτ' ἂν δωμάτων νέα γυνή;
νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.    1050

πότερα κατ' ἀνδρῶν δῆτ' ἐνοικήσει στέγην;
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
ἔσται; τὸν ἡβῶνθ', Ἡράκλεις, οὐ ῥάιδιον
εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;    1055

καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
μή τίς μ' ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
προδόντ' ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
καὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν)    1060

πολλὴν πρόνοιαν δεῖ μ' ἔχειν. σὺ δ', ὦ γύναι,
ἥτις ποτ' εἶ σύ, ταὔτ' ἔχουσ' Ἀλκήστιδι
μορφῆς μέτρ' ἴσθι, καὶ προσήϊξαι δέμας.
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
γυναῖκα τήνδε, μή μ' ἕλῃς ἡιρημένον.    1065

δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ' ὁρᾶν
ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ' ὀμμάτων
πηγαὶ κατερρώγασιν. ὦ τλήμων ἐγώ,
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
ἐγὼ μὲν οὐκ ἔχοιμ' ἂν εὖ λέγειν τύχην·    1070

χρὴ δ', ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς
εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
σάφ' οἶδα βούλεσθαί σ' ἄν. ἀλλὰ ποῦ τόδε;    1075

οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς
μή νυν ὑπέρβαλλ' ἀλλ' ἐναισίμως φέρε.
Ἄδμητος
ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
τί δ' ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν;
Ἄδμητος
ἔγνωκα καὐτός, ἀλλ' ἔρως τις ἐξάγει.    1080

Ἡρακλῆς
τὸ γὰρ φιλῆσαι τὸν θανόντ' ἄγει δάκρυ.
Ἄδμητος
ἀπώλεσέν με κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
ὥστ' ἄνδρα τόνδε μηκέθ' ἥδεσθαι βίῳ.
Ἡρακλῆς
χρόνος μαλάξει, νῦν δ' ἔθ' ἡβάσκει, κακόν.    1085

Ἄδμητος
χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
γυνή σε παύσει καὶ νέοι γάμοι πόθου.
Ἄδμητος
σίγησον· οἷον εἶπας. οὐκ ἂν ὠιόμην.
Ἡρακλῆς
τί δ'; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.    1090

Ἡρακλῆς
μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾶις;
Ἄδμητος
κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
αἰνῶ μὲν αἰνῶ· μωρίαν δ' ὀφλισκάνεις.
<Ἄδμητος
ὡς μήποτ' ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
ἐπῄνεσ' ἀλόχῳ πιστὸς οὕνεκ' εἶ φίλος.>    1095

Ἄδμητος
θάνοιμ' ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
δέχου νυν εἴσω τήνδε γενναίως δόμων.
Ἄδμητος
μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.    1100

Ηρ πιθοῦ· τάχ' ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
φεῦ· εἴθ' ἐξ ἀγῶνος τήνδε μὴ 'λαβές ποτε.
Ἡρακλῆς
νικῶντι μέντοι καὶ σὺ συννικᾶις ἐμοί.
Ἄδμητος
καλῶς ἔλεξας· ἡ γυνὴ δ' ἀπελθέτω.
Ἡρακλῆς
ἄπεισιν, εἰ χρή· πρῶτα δ' εἰ χρεὼν ἄθρει.    1105

Ἄδμητος
χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
εἰδώς τι κἀγὼ τήνδ' ἔχω προθυμίαν.
Ἄδμητος
νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
ἀλλ' ἔσθ' ὅθ' ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
κομίζετ', εἰ χρὴ τήνδε δέξασθαι δόμοις.    1110

Ἡρακλῆς
οὐκ ἂν μεθείην σοῖς γυναῖκα προσπόλοις.
Ἄδμητος
σὺ δ' αὐτὸς αὐτὴν εἴσαγ', εἰ δοκεῖ, δόμους.
Ἡρακλῆς
ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
οὐκ ἂν θίγοιμι· δῶμα δ' εἰσελθεῖν πάρα.
Ἡρακλῆς
τῇ σῇ πέποιθα χειρὶ δεξιᾶι μόνῃ.    1115

Ἄδμητος
ἄναξ, βιάζῃ μ' οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
καὶ δὴ προτείνω, Γοργόν' ὡς καρατομῶν.
<Ἡρακλῆς
ἔχεις;
Ἄδμητος
 ἔχω, ναί.
Ἡρακλῆς
 σῷζέ νυν καὶ τὸν Διὸς
φήσεις ποτ' εἶναι παῖδα γενναῖον ξένον.>    1120

βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
γυναικί· λύπης δ' εὐτυχῶν μεθίστασο.
Ἄδμητος
ὦ θεοί, τί λέξω; θαῦμ' ἀνέλπιστον τόδε·
γυναῖκα λεύσσω τὴν ἐμὴν ἐτητύμως,
ἢ κέρτομός μ' ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;    1125

Ἡρακλῆς
οὐκ ἔστιν, ἀλλὰ τήνδ' ὁρᾶις δάμαρτα σήν.
Ἄδμητος
ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ' ἧι.
Ἡρακλῆς
οὐ ψυχαγωγὸν τόνδ' ἐποιήσω ξένον.
Ἄδμητος
ἀλλ' ἣν ἔθαπτον εἰσορῶ δάμαρτ' ἐμήν;
Ἡρακλῆς
σάφ' ἴσθ'· ἀπιστεῖν δ' οὔ σε θαυμάζω τύχῃ.    1130

Ἄδμητος
θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ' ἐμήν;
Ἡρακλῆς
πρόσειπ'· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος
ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
ἔχω σ' ἀέλπτως, οὔποτ' ὄψεσθαι δοκῶν.
Ἡρακλῆς
ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.    1135

Ἄδμητος
ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
εὐδαιμονοίης καί σ' ὁ φιτύσας πατὴρ
σῴζοι· σὺ γὰρ δὴ τἄμ' ἀνώρθωσας μόνος.
πῶς τήνδ' ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς
μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.    1140

Ἄδμητος
ποῦ τόνδε Θανάτῳ φὴις ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς
τύμβον παρ' αὐτόν, ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος
τί γάρ ποθ' ἥδ' ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς
οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις    1145

ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
ἀλλ' εἴσαγ' εἴσω τήνδε· καὶ δίκαιος ὢν
τὸ λοιπόν, Ἄδμητ', εὐσέβει περὶ ξένους.
καὶ χαῖρ'· ἐγὼ δὲ τὸν προκείμενον πόνον
Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.    1150

Ἄδμητος
μεῖνον παρ' ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς
αὖθις τόδ' ἔσται, νῦν δ' ἐπείγεσθαί με δεῖ.
Ἄδμητος
ἀλλ' εὐτυχοίης, νόστιμον δ' ἔλθοις δρόμον.
ἀστοῖς δὲ πάσῃ τ' ἐννέπω τετραρχίαι
χοροὺς ἐπ' ἐσθλαῖς συμφοραῖσιν ἱστάναι    1155

βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·    1160

καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.