ἄγνοις βιότοις
Συγγραφέας:



ἀγνοις··ςβιότοις··ις ὀ τάλαις ἔγω
ζώω μοῖραν ἔχων ἀγροιωτίκαν
ἰμέρρων ἀγόρας ἄκουσαι
καρυ[ζο]μένας ὦγεσιλαίδα

[5]καὶ β[ό]λλας· τὰ πάτηρ καὶ πάτερος πάτηρ
κα··[·]·ηρας ἔχοντες πεδὰ τωνδέων
τὼν [ἀ]λλαλοκάκων πολίταν
ἔ·[··ἀ]πὺ τούτων ἀπελήλαμαι

φεύγων ἐσχατίαις', ὠς δ' Ὀνυμακλέης
[10]ἔνθα[δ'] οἶος ἐοίκησα λυκαιμίαις
·[ ]ον [π]όλεμον· στάσιν γὰρ
πρὸς κρ·[····]·οὐκ ἄμεινον ὀννέλην·

·]·[···]·[··]· μακάρων ἐς τέμ[ε]νος θέων
ἐοι`[·····]·ε[·]αίνας ἐπίβαις χθόνος
[15]χλι·[·]·[·]·[·]ν` συνόδοισί μ' αὔταις
οἴκημ[μ]ι κ[ά]κων ἔκτος ἔχων πόδας,

ὄππαι Λ[εσβί]αδες κριννόμεναι φύαν
πώλεντ' ἐλκεσίπεπλοι, περὶ δὲ βρέμει
ἄχω θεσπεσία γυναίκων
[20]ἴρα[ς ὀ]λολύγας ἐνιαυσίας