Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/97

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

57 Λεπτὸν θηρίον ὁ κεράστης. ἔστι δὲ ὄφις, καὶ ὑπὲρ τοῦ μετώπου κέρατα ἔχει δύο, καὶ ἔοικε τοῖς τοῦ κοχλίου τὰ κέρατα, οὐ μήν ἐστιν ὡς ἐκείνων ἁπαλά. οὐκοῦν τοῖς μὲν ἄλλοις τῶν Λιβύων εἰσὶ πολέμιοι· ἔστι δὲ αὐτοῖς πρὸς τοὺς καλουμένους Ψύλλους ἔνσπονδα, οἵπερ οὖν οὔτε αὐτοὶ δακόντων ἐπαΐουσι, καὶ τοὺς τῷ τοιούτῳ κακῷ περιπεσόντας ἰῶνται ῥᾷστα. καὶ ὁ τρόπος, ἐὰν πρὶν ἢ πρησθῆναι τὸ πᾶν σῶμα ἀφίκηταί τις τῶν ἐκεῖθεν κλητὸς ἢ κατὰ τύχην, εἶτα τὸ μὲν στόμα ὕδατι ἐκκλύσηται, ἀπονίψῃ δὲ τὰς χεῖρας ἑτέρῳ, καὶ πιεῖν τῷ δηχθέντι δῷ ἑκάτερον, ἀνερρώσθη τε ἐκεῖνος καὶ κακοῦ παντὸς ἐξάντης τὸ ἐντεῦθέν ἐστι. διαρρεῖ δὲ καὶ λόγος Λιβυκὸς ὁ λέγων, Ψύλλον ἄνδρα τὴν ἑαυτοῦ γαμετὴν ὑφορᾶσθαι καὶ μισεῖν ὡς μεμοιχευμένην καὶ μέντοι καὶ τὸ ἐξ αὐτῆς βρέφος ὑποπτεύειν ὡς νόθον τε καὶ τῷ σφετέρῳ γένει κίβδηλον. πεῖραν οὖν καθεῖναι καὶ μάλα ἐλεγκτικήν φασιν αὐτόν. λάρνακα πληρώσας κεραστῶν ἐμβάλλει τὸ βρέφος, οἱονεὶ πυρὶ τὸν χρυσὸν τεχνίτης τὸ παιδίον ἐξελέγχων ἐκεῖνος τῇ ἀποθέσει. καὶ οἳ μὲν παραχρῆμα ἐπανίσταντο καὶ ἠγρίαινον καὶ τὴν συμφυῆ κακίαν ἠπείλουν· ἐπεὶ δὲ τὸ παιδίον αὐτῶν προσέψαυσεν, οἳ δὲ ἐμαράνθησαν, καὶ ἐντεῦθεν ὁ Λίβυς ἔγνω οὐ νόθου ἀλλὰ γόνου γνησίου πατὴρ ὤν. λέγονται δὲ καὶ τῶν ἑτέρων δακέτων καὶ φαλαγγίων δὲ ἀντίπαλοι τόδε τὸ γένος εἶναι. καὶ ταῦτά γε εἰ τερατεύονται Λίβυες, οὐκ ἐμέ, ἀλλ᾽ αὑτοὺς ἀπατῶντες ἴστωσαν.

58 Μελιττῶν δὲ ἐπίβουλοι καὶ ἐχθροὶ εἶεν ἂν ἐκεῖνοι, οἵ τε αἰγίθαλοι καλούμενοι καὶ τὰ τούτων νεόττια καὶ οἱ σφῆκες καὶ αἱ χελιδόνες καὶ οἱ ὄφεις καὶ αἱ φάλαγγες καὶ αἱ λύγγαι. καὶ αἳ μὲν δεδίασι ταῦ-