Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/384

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δελφίνων φιλομουσίας, οἱονεὶ καὶ τούτοις ζωάγρια ἐκτίνων ὁ Ἀρίων ἔγραψε. καὶ ἔστιν ὁ ὕμνος οὗτος

ὕψιστε θεῶν,
πόντιε, χρυσοτρίαινε Πόσειδον,
γαιήοχ᾽, ἐγκύμον᾽ ἀν᾽ ἅλμαν·
βραγχίοις περὶ δὲ σὲ πλωτοὶ
θῆρες χορεύουσι κύκλῳ, κούφοισι ποδῶν
ῥίμμασιν ἐλάφρ᾽ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες ὠκυδρόμοι
σκύλακες, φιλόμουσοι
δελφῖνες, ἔναλα θρέμματα κουρᾶν Νηρεΐδων θεᾶν,
ἃς ἐγείνατ᾽ Ἀμφιτρίτα· οἵ μ᾽ εἰς Πέλοπος γᾶν ἐπὶ Ταιναρίαν
ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ,
κυρτοῖσι νώτοις ὀχέοντες,
ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, φῶτες δόλιοι
ὥς μ᾽ ἀφ᾽ ἁλιπλόου γλαφυρᾶς νεὼς
εἰς οἶδμ᾽ ἁλιπόρφυρον λίμνας ἔριψαν.

ἴδιον μὲν δήπου δελφίνων πρὸς τοῖς ἄνω λεχθεῖσι καὶ τὸ φιλόμουσον.

46 Λόγος που διαρρεῖ Τυρρηνὸς ὁ λέγων τοὺς ὗς τοὺς ἀγρίους καὶ τὰς παρ᾽ αὐτοῖς ἐλάφους ὑπὸ δικτύων μὲν καὶ κυνῶν ἁλίσκεσθαι, ᾗπερ οὖν θήρας νόμος, συναγωνιζομένης δὲ αὐτοῖς τῆς μουσικῆς καὶ μᾶλλον. πῶς δέ, ἤδη ἐρῶ. τὰ μὲν δίκτυα περιβάλλουσι καὶ τὰ λοιπὰ θήρατρα, ὅσα ἐλλοχᾷ τὰ ζῷα· ἕστηκε δὲ ἀνὴρ αὐλῶν τεχνίτης, καὶ ὡς ὅτι μάλιστα πειρᾶται τοῦ μέλους ὑποχαλᾶν, καὶ ὅ τι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅ τι γλύκιστον αὐλῳδίας τοῦτο ᾄδει.