Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/259

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ται φρίττον τὸ κῦμα καὶ μέλλον ἁδρότερον ὑπανίστασθαι, ταῖς ἀκάνθαις ἀναιροῦνται λιθίδια, ὅσα εὔκολά ἐστι φέρειν αὐτοῖς, καὶ ἔχουσιν ἕρμα, καὶ οὐ ῥᾳδίως κυλίονται, οὐδὲ πάσχουσιν ὃ δεδοίκασιν.

34 Ἡ πορφύρα λίχνον ἐστὶν ἰσχυρῶς, καὶ ἔχει γλῶτταν προμηκεστέραν, καὶ διείρει διὰ παντὸς οὗπερ ἂν καὶ δύνηται, καὶ διὰ ταύτης ἕλκει ὅσα ἐσθίει, καὶ διὰ ταύτης δὲ ἁλίσκεται. καὶ ὁ τρόπος τῆς θήρας ἐκεῖνός ἐστι. διαπλέκεται κυρτὶς μικρὰ μέν, πυκνὴ δέ· καὶ ἐντὸς ἔχει στρόμβον, καὶ διεῖρται οὗτος ἐν τῇ κυρτίδι μέσῃ. ἀγώνισμα οὖν τῇ πορφύρᾳ διατεῖναι τὴν γλῶττάν ἐστι καὶ ἐφικέσθαι αὐτοῦ· καὶ ἀνάγκη πᾶσαν αὐτὴν προβάλλειν, εἰ μέλλοι μὴ ἁμαρτήσεσθαι οὗ γλίχεται. καὶ ἐμβαλοῦσα τὴν γλῶτταν ἐκμυζᾷ, εἶτα διῴδησεν αὐτῇ ἡ γλῶττα ὑπὸ πλησμονῆς, καὶ ἐξελκύσαι ἀδύνατός ἐστιν αὖθις. μένει τοίνυν ἁλοῦσα, καὶ ὁ πορφυρεὺς αἰσθόμενος ἐθήρασε δεύτερος τὴν ὑπὸ τῆς λιχνείας προῃρημένην.

35 Σκολόπενδρα θαλάττιον θηρίον, καὶ τῷ χερσαίῳ ὅσα ἰδεῖν ὁμοιότατόν ἐστιν· εἰ δὲ αὐτῆς προσάψαιτο ἀνθρωπεία σάρξ, ὀδαξᾶταί τε παραχρῆμα καὶ κνησιᾷ, καὶ πάσχει τοιαῦτα, ὁποῖα καὶ ὑπὸ τῆς βοτάνης, ἣν καλοῦσι κνίδην. ποιοῦσι δὲ καὶ ἀκαλῆφαι κνησμονήν, ἀλλὰ οὔπω τοσοῦτον. εἰσὶ δὲ ἐδώδιμοι μᾶλλον διελθούσης ἰσημερίας αἱ ἀκαλῆφαι.

36 Ὅταν ὑπὸ τῶν θηρατῶν ὡς ἐν πολέμῳ στρατιῶται τραπῶσιν οἱ ἐλέφαντες καὶ ἐς φυγὴν ὁρμήσωσιν, οὐ φεύγουσι διῃρημένοι οὐδὲ καθ᾽ ἕνα, ἀλλὰ κοινῇ, καὶ πιέζουσιν ἀλλήλους τῶν συννόμων ἐχόμενοι. καὶ κύκλῳ μὲν οἱ νέοι, ὡς εἰπεῖν, τὸ μαχιμώτατον, ἐν μέσῳ δὲ οἱ γεγηρακότες καὶ αἱ μητέρες, ὑπὸ ταύταις δὲ τὰ πώλια, ἑκάστη τὸ ἴδιον ἀποκρύπτουσα· καὶ