Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/238

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
Ζ

1 Πέπυσμαι δὲ ἄρα καὶ ἀριθμητικῆς τὰς βοῦς οὐκ ἀμοίρους εἶναι τὰς Σουσίδας. καὶ ὡς οὐκ ἔστιν ἄλλως κόμπος τὸ εἰρημένον, μάρτυς ὁ λόγος ὁ λέγων ἐν Σούσοις τῷ βασιλεῖ βοῦς ἐς τοὺς παραδείσους πολλὰς ἐς τὰ ἡττον ἐπίρρυτα ἀντλεῖν ἑκάστην κάδους ἑκατόν. οὐκοῦν ἢ τὸν ἐπινησθέντα αὐταῖς ἢ τὸν συντραφέντα ἐκ πολλοῦ μόχθον προθυμότατα ἐκτελοῦσι, καὶ οὐκ ἂν βλακεύουσάν τινα θεάσαιο· εἰ δὲ πέρα τῆς προειρημένης ἑκατοντάδος ἕνα γοῦν προσλιπαρήσειας κάδον ἀνιμήσασθαι, οὐ πείσεις οὐδὲ ἀναγκάσεις οὔτε παίων οὔτε κολακεύων. λέγει Κτησίας.

2 Ὑπὸ τοῖς ποσὶ τοῦ Ἄτλαντος (ὄρος δὲ ἄρα τοῦτο ὑμνεῖται καὶ ὑπὸ τῶν συγγραφέων καὶ μέντοι καὶ ὑπὸ τῶν ποιητῶν) νομαί τέ εἰσι θαυμασταὶ καὶ ὗλαι βαθύταται, καὶ τό γε δάσος αὐτῶν ἔοικεν ἄλσεσι πάνυ σκιεροῖς καὶ συνηρεφέσιν. ἐνταῦθα δήπου τοὺς ἤδη παλαιοὺς τῶν ἐλεφάντων φασὶν ἀφικνεῖσθαι, γήρᾳ βαρεῖς ὄντας· ἄγει δὲ αὐτοὺς ἄρα ἡ φύσις ὥσπερ οὖν ἐς ἀποικίαν, ἀναπαύσασα ἤδη καὶ οἷον ὅρμον τινὰ καὶ λιμένα ποθητὸν ἀποφήνασα αὐτοῖς, ὅπου τοῦ βίου τοῦ σφετέρου τὸ λοιπὸν καταζήσουσιν. ἀνεῖται δὲ αὐτοῖς καὶ πηγὴ ποτίμου τε ὕδατος καὶ καθαροῦ μάλα ἄφθονος, νομίζονταί τε ἱεροί, καὶ ἀφίενται ἄσυλοι, καὶ παρά γε τῶν βαρβάρων τῶντῇ δε εἰλήφασιν ἐς ἀθηρίαν σπονδάς, ᾄδονται τε ὡς ὑλαίοις τισὶ θεοῖς καὶ ναπαίοις τοῦ χώρου δεσπόταις πάνυ μέλονται. διαρρεῖ δὲ ὑπὲρ αὐτῶν καὶ ἐκεῖνος ὁ λόγος ὡς ἄρα τις τῶν βασιλέων τῶν ἐπιχωρίων ἐπόθησε διὰ τὸ κάλλος τῶν ὀδόντων καὶ τὸ μέγεθος ἀποκτεῖ-