Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/210

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἕκαστα τῶν ζῴων κέκτηται. πωλοδαμνικὴ γοῦν κληθείη τις ἂν καὶ σκυλακοτροφικὴ καὶ ἐλεφαντοκομία καὶ λεοντοτροφία καὶ ὀρνιθοτροφία καὶ τὰ τοιαῦτα.

9 Σοφὰ δὲ ἄρκτου ἦν ἄρα ἐκεῖνα. ἐὰν διώκηται μετὰ τῶν αὑτῆς σκυλακίων, προωθεῖ αὐτὰ ἐς ὅσον δύναται· ὅταν δὲ συνίδῃ ὅτι ἀπεῖπε, τὸ μὲν κατὰ τοῦ νώτου φέρει, τὸ δὲ κατὰ τοῦ στόματος, καὶ δένδρου λαβομένη ἀναπηδᾷ· καὶ τὸ μὲν ἔχεται τοῦ νώτου τοῖς ὄνυξι, τὸ δὲ ἐν τοῖς ὀδοῦσι φέρεται ἀναθεούσης αὐτῆς. ταύρῳ δὲ λιμώττουσα ὅταν ἐντύχῃ, κατὰ μὲν τὸ καρτερὸν καὶ ἐξ εὐθείας οὐ μάχεται, προσπαλαίει δέ, καὶ τοῦ τένοντος λαβομένη κλίνει, καὶ ἅμμα σφίγγει. ὃ δὲ πιέζεται καὶ μέμυκε, καὶ τελευτῶν ἀπεῖπε καὶ κεῖται, καὶ ἐκείνη ἐμπίπλαται.

10 Μαθεῖν δὲ ἀγαθὰ ζῷα καὶ ταύτῃ κατέγνωμεν. ἐπὶ τῶν Πτολεμαίων οἱ Αἰγύπτιοι τοὺς κυνοκεφάλους καὶ γράμματα ἐδίδασκον καὶ ὀρχεῖσθαι καὶ αὐλεῖν καὶ ψαλτικήν. καὶ μισθὸν κυνοκέφαλος ἐπράττετο ὑπὲρ τούτων, καὶ τὸ διδόμενον ἐς φασκώλιον ἐμβαλὼν ἐξηρτημένον ἔφερεν, ὡς οἱ τῶν ἀγειρόντων δεινοί. ὅτι δὲ Συβαρῖται καὶ ὄρχησιν ἵππους ἐπαίδευσαν, πάλαι κεκήρυκται. ἐλεφάντων δὲ τὸ εὐπειθὲς ἐς τὰ μαθήματα καὶ τὸ ῥᾴδιον ἀνωτέρω εἶπον. κύνες δὲ ἄρα καὶ τὰ οἴκοι ὑπηρετεῖν τοῖς ἐκπαιδεύσασιν αὐτοὺς ἱκανοί, καὶ ἀπόχρη πένητι δοῦλον κύνα ἔχειν. ἦσαν δὲ ἄρα καὶ τῶν τοιούτων ἄδουλοι, ὥσπερ οὖν Ἀράβων μὲν οἱ Τρωγλοδύται, Λιβύων δὲ οἱ Νομάδες, καὶ τῶν Αἰθιόπων ὅσον λιμνόβιόν ἐστι, πέρα τῆς ἐκ τῶν ἰχθύων τροφῆς μεμαθηκὸς σιτεῖσθαι οὐδὲ ἕν.

Μέμνηται δὲ ὧν πάσχει τὰ ζῷα, καὶ δεῖταί γε τέχνης τῆς ἐς τὴν μνήμην οὐ Σιμωνίδου, οὐχ Ἱππίου,