Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/113

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ρας ἀπήρεισαν ἐς τὴν γῆν, τὸ λοιπὸν δὲ σῶμα ἀναστήσαντες πᾶν, ἀτρέμα καὶ ἡσυχῆ τὴν φάρυγγα ἀνατείναντες καὶ μέντοι καὶ τὸ στόμα ἀνοίξαντες, εἶτα τὰ πτηνὰ ἕλκουσιν οἱονεὶ ἴυγγι τῷ ἄσθματι. τὰ δὲ ἐς τὰς ἐκείνων ἐσπίπτει γαστέρας ὑπὸ τῆς παρ᾽ αὐτῶν ἐκπνοῆς συρόμενα αὐτοῖς πτεροῖς. καὶ ταῦτα μὲν ἰδίᾳ ἐκείνοις δρᾶται ἐς ἡλίου δυσμάς· εἶτα ἑαυτοὺς οἱ δράκοντες ἀποκρύψαντες ἐλλοχῶσι τὰς ποίμνας καὶ ἐκ τῆς νομῆς ἐπὶ τὰ αὔλια ἰούσας αἱροῦσι, καὶ πολὺν φόνον ἐργασάμενοι καὶ τοὺς νομέας συνδιέφθειραν πολλάκις, καὶ ἔχουσι δεῖπνον ἄφθονόν τε καὶ ἀμφιλαφές.

22 Ταῖς ἀφύαις ὁ πηλὸς γένεσίς ἐστι· δι᾽ ἀλλήλων δὲ οὐ τίκτουσιν οὐδὲ ἐπιγίνονται, πηλὸς δὲ ἐν τῇ θαλάττῃ καὶ πάνυ ἰλυώδης ὅταν συστῇ καὶ γένηται μέλας, ἀλεαίνεταί τε φύσει τινὶ ἀπορρήτῳ τε καὶ ζῳογόνῳ καὶ μεταβάλλεται καὶ ἐς ζῷα τρέπεται πάμπολλα. καὶ αἵ γε ἀφύαι ταῦτά ἐστι, σκωλήκων δίκην ἐν τῷ βορβόρῳ καὶ τοῖς μυσαροῖς τικτομένων ἐκείνων. γενόμεναι δὲ αἱ ἀφύαι νηκτικώτατον χρῆμά εἰσι, καὶ δρῶσιν ὃ πεφύκασιν, εἶτα ἄγονταί τινι αἰτίᾳ θαυμαστῇ ἐς τὰ σωτήρια, ἔνθα ἕξουσι σκέπην καὶ πρόβλημα, ᾑ μέλλει βιώσιμα αὐταῖς ἔσεσθαι. εἴη δ᾽ ἂν ἡ καταφυγὴ ἢ πέτρα ἀνεστῶσα ἐπὶ μέγα καὶ ὑψηλὸν ἢ οἱ καλούμενοι κρίβανοι· εἶεν δ᾽ ἂν κολπώδεις πέτραι βρωθεῖσαί τε ὑπὸ τῶν κυμάτων τῷ χρόνῳ καὶ κοῖλαι γεγενημέναι. ταῦτα δὲ ἄρα αὐταῖς ἡ φύσις ἔδειξε κρησφύγετα, ὥστε ὑπὸ τοῦ σάλου μὴ παίεσθαι μηδὲ ἀφανίζεσθαι· ἀσθενεῖς γάρ εἰσι καὶ ἥκιστα πρὸς τὰς ἐκείνων ἐμπτώσεις ἀντίτυποι. τροφῆς δὲ δέονται οὐδὲ ἕν, ἀπόχρη γε μὴν ἀλλήλας περιλιχμήσασθαι. ἄγρα δὲ