Περί τῶν τελικῶν
Συγγραφέας:
Loeb Classical Library, ed. Oxford Press, 1906


579.1 Ὅτι τὰ τελικὰ καλούμενα κεφάλαια, περὶ ὧν ἡ σκέψις, σύμπασιν ἐν τοῖς τρισὶν εἴδεσι τῶν λόγων ζητεῖσθαι δύναται. αἱ μὲν γὰρ συμβουλαὶ διττῶς διανέμονται καὶ ταύτης τῆς τιμῆς τυγχάνουσι· καὶ φέρε εἴπωμεν συμβουλίαν. κατατρέχοντος τοῦ Φιλίππου συνεχῶς τὴν Χερρόνησον γράφει Δημοσθένης διορύξαι τὸν ἰσθμὸν αὐτῆς· λέγεις γὰρ οὕτω. παράνομα ταῦτ᾽ ἐστιν, ὦ Δημόσθενες, ἃ γράφεις· καινὰ γὰρ καὶ ἄτοπα καὶ παρὰ τὸν τῆς φύσεως νόμον καὶ μὴ δόξαντα τοῖς προγόνοις μηδὲ τῷ θεῷ Διΐ, καὶ γὰρ ἂν ἔθηκε νῆσον, εἴπερ ἠβούλετο. ἀλλ᾽ εἰ καὶ παράνομα, συμφέροντα μέν τοι πρακτέα· τὰ γὰρ καινὰ ἐὰν σώζῃ τὴν Χερρόνησον, πῶς οὐκ ἀναγκαῖα; τὰ δ᾽ ἀναγκαῖα πῶς ἐν Χερρονήσῳ καὶ τὴν ὑπὲρ αὐτῶν δαπάνην ὑποστῆναι; οὐ βοηθεῖν, ἐν ᾧ τὸ πρέπον κατασκευάσεις· ἢ καὶ ἑτέρῳ τρόπῳ βοηθεῖν οἷόν τέ ἐστιν αὐτοῖς, ὅτι χαλεπὸν πορίσασθαι δύναμιν, οὐδὲ δυνατὸν τὴν ἐκείνῳ παραταξαμένην· εἰ οὔτε ῥᾴδιον, οὔτε εὔπορον, οὔτε δυνατὸν ὅλως διορύξαι τὴν Χερρόνησον· δεῖ γὰρ ἀμυθήτων χρημάτων, καὶ διχῆ δαπανᾶν εἰς τοὺς προαγωνιζομένους καὶ εἴργοντας τὴν Φιλίππου δύναμιν ἀπὸ τῶν ἐργαζομένων καὶ τῶν δια σκαπτόντων, καὶ εἰς αὐτοὺς τοὺς ὀρύττοντας καὶ μεταλλεύοντας τὸ χωρίον, οὐκ ὀλίγους οὐδ᾽ εὐαριθμήτους. ὁ δὲ χρόνος ὅσος; εἰ δὲ καὶ πέτρᾳ ἐπιτύχοιεν δυσκατεργάστῳ καὶ ἀντιτύπῳ; εἰ δὲ χαλεπήνειεν καὶ τὸ δαιμόνιον, ὡς βίαιόν τι ποιούντων ἡμῶν καὶ ἀθέμιτον, καὶ παρὰ τοὺς νόμους τῶν θεῶν; ἐν ᾧ ὅτι πανταχόθεν οὔτε ἀσύμφορον, οὔτε ὁλόκληρον ἐργῶδες τὸ ἐγχείρημα, ἀλλὰ καὶ ὀλίγα ἀρκέσει χρήματα· κἂν εἰ πολλὰ εἰσάπαξ ἀναλώσωμεν, τὸν δὲ ἅπαντα ἐν ἀσφαλεῖ τὰς πόλεις ἕξομεν καὶ ὀχυρῷ, ἐν ᾧ ὅτι ἐν θαλάττῃ πάντων ἀνθρώπων ἀμείνους ἐσμέν, καὶ ὅσα ἐν ταῖς νήσοις ἔχομεν, ἄληπτα ταῦτα καὶ ἀχείρωτα ἄλλοις. καρπωσόμεθα οὖν καὶ Χερρόνησον, ὡς Λῆμνον, ὡς Σκῦρον.